Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὴν Σιτακηνὴν τῆς Ἀσσυρίας τινὲς Ἀπολλωνιᾶτιν καλοῦσιν.

Ὅτι ἡ ὑπὸ ταῖς Κασπίαις πύλαις χώρα ταπεινή τέ ἐστι καὶ εὐδαίμων καὶ πάμφορος πλὴν ἐλαίας.

Ὅτι δύο Κάσπιοί εἰσιν ἔθνη, οἱ μὲν δυσμικώτεροι τῶν Καδουσίων περὶ τὴν ὁμώνυμον θάλασσαν καὶ τὸν Καμβύσην ποταμὸν, οἱ δὲ γείτονες τῶν Παρθυαίων, ὧν εἰσι καὶ αἱ Κάσπιαι πύλαι.

Ὅτι πλησίον τῶν περὶ Παρθυαίους Κασπίων πυλῶν ἐστι τὸ Νησαῖον πεδίον ἱππόβοτον· ὅθεν τοὺς Νησαίους ἵππους τοὺς καλλίστους οἱ τῆς Ἀσίας βασιλεῖς ἤγρευον. Φέρει δὲ τὸ πεδίον τοῦτο βοτάνην πλείστην, ἣν ἡμεῖς Μηδικὴν καλοῦμεν. Φέρει δὲ καὶ σίλφιον ἡ χώρα αὕτη, ἀφʼ οὗ ὁ Μηδικὸς καλούμενος ὀπὸς, ὡς τὸ πολὺ τοῦ Κυρηναϊκοῦ λειπόμενος, ἔστι δʼ ὅτε καὶ διαφέρων ἐκείνου, εἴτε παρὰ τὸν τόπον εἴτε παρὰ τὸ φυτὸν εἴτε παρὰ τοὺς ὀπίζοντας καὶ σκευάζοντας.

Ὅτι Μῆδοι ἀρχηγέται εἰσὶ Περσῶν δηλοῖ δὲ τε τιάρα καὶ κίταρις καὶ χειριδωτοὶ χιτῶνες καὶ αἱ ἀναξυρίδες, ἅπερ τοῖς βορειοτέροις ἔθνεσιν οἰκεῖα διὰ τὴν ψῦξιν.

Ὅτι Μηδικὸν τὸ μὴ ἐλάττους τῶν ε΄ γυναικῶν τίθεσθαι γαμετάς· ὡσαύτως δὲ καὶ γυναῖκας συμφορὰν νέμειν τὸ εἶναι ἐλάττονας τῶν ε ἔχοντι γυναῖκας.

Ὅτι, τῆς ἄλλης Μηδίας εὐδαίμονος οὔσης τελέως, λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινχή· σιτοῦνται, γοῦν ἀπὸ ἀκροβρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ὑπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρ ἐκ δέ ῥιζῶν τινων οὖνον ἐκθλίβουσι· κρέασι δέ χρῶνται θηρείοις· ἥμερα δʼ οὐ τρέφουσι θρέμματα τοσαῦτα.

Ὅτι τῆς Ἀρμενίας ἡ Χορζηνὴ καὶ Καμβυσηνὴ

599
προσβορώταταὶ εἰσι χῶραι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τῷ Καυκάσῳ καὶ τῇ Ἰβηρίᾳ· ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας τῶν ὀρῶν ἐν τῆ χιόνι καταπίνεσθαι, νιφετῶν γενομένων ἐπὶ πλέον· ἔχειν δὲ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν, ἀναπνοῆς τε χάριν καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν, ὥστε βοηθείας τυγχάνειν ἐν τῷ ἀνορύττεσθαι καὶ σώζεσθαι. Ἐν δὲ τῆ χιόνι βώλους πήγνυσθαί φασι κοίλας, περιεχούσας χρηστὸν ὕδωρ ὡς ἐν χιτῶνι (καὶ ζῷα δ᾿ ἐν αὐτῇ γενᾶσθαι), περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι. Τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν, οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.

Ὅτι ὁ Τίγρις, ἀπὸ τοῦ Νιφάτου ὄρους ὁρμήθεὶς, ταχύτατός ἐστι καὶ ἄμικτος, ὡς καὶ τοὺς ἐγχωρίους καλεῖν Μηδιστὶ Τίγριν τὸ τόξευμα, διὰ τὸ τάχος.

Ὅτι ἐν τῆ Ἀκιλισηνῇ τῆς Ἀρμενίας τιμᾶται ἡ Αναῖτις θεὰ, ἦ ἀνατιθέασι δούλους καὶ δούλας, παρθένους τε εὐγενεῖς ἀνιεροῦσιν, ἃς πολὺν χρόνον καταπορωευθείσας παρὰ τῇ θεῷ γῆμαι οὐδεὶς ἐπαξιοῖ. Ὃ καὶ ἐν Λυδίᾳ ἔθος γεγενῆσθαι, Ἡρόδοτος ἱστορεῖ.