Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

εἴρηται τό τε ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Φοίνικι· αὐτὰ δὲ λεχθέντα περὶ τῶν ὑπʼ Ἀχιλλεῖ ἐν ἀντιλογίᾳ ἐστί. τό τε γὰρ Ἄργος τὸ Πελασγικὸν οἱ μὲν καὶ πόλιν δέχονται Θετταλικὴν περὶ Λάρισαν ἱδρυμένην ποτὲ νῦν δʼ οὐκέτι οὖσαν· οἱ δʼ οὐ πόλιν ἀλλὰ τὸ τῶν Θετταλῶν πεδίον οὕτως ὀνοματικῶς λεγόμενον, θεμένου τοὔνομα Ἄβαντος ἐξ Ἄργους δεῦρʼ ἀποικήσαντος. Φθίαν τε οἱ μὲν τὴν αὐτὴν εἶναι τῇ Ἑλλάδι καὶ Ἀχαΐᾳ, ταύτας δʼ εἶναι διατεμνομένης τῆς συμπάσης Θετταλίας θάτερον μέρος τὸ νότιον· οἱ δὲ διαιροῦσιν. ἔοικε δʼ ὁ ποιητὴς δύο ποιεῖν τήν τε Φθίαν καὶ τὴν Ἑλλάδα ὅταν οὕτως φῇ οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα, ὡς δυεῖν οὐσῶν· καὶ ὅταν οὕτως φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο, Φθίην δʼ ἐξικόμην, καὶ ὅτι πολλαὶ Ἀχαιίδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε. ὁ μὲν οὖν ποιητὴς δύο ποιεῖ, πότερον δὲ πόλεις ἢ χώρας οὐ δηλοῖ. οἱ δʼ ὕστερον τὴν Ἑλλάδα οἱ μὲν εἰπόντες χώραν διατετάσθαι φασὶν εἰς τὰς Θήβας τὰς Φθιώτιδας ἀπὸ Παλαιφαρσάλου (ἐν δὲ τῇ χώρᾳ ταύτῃ καὶ τὸ Θετίδειον ἔστι πλησίον τῶν Φαρσάλων ἀμφοῖν τῆς τε παλαιᾶς καὶ τῆς νέας, κἀκ τοῦ Θετιδείου

p.609
τεκμαιρόμενοι τῆς ὑπὸ τῷ Ἀχιλλεῖ μέρος εἶναι καὶ τήνδε τὴν χώραν), οἱ δʼ εἰπόντες πόλιν Φαρσάλιοι μὲν δεικνύουσιν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἑαυτῶν πόλεως κατεσκαμμένην πόλιν ἣν πεπιστεύκασιν εἶναι τὴν Ἑλλάδα καὶ δύο κρήνας πλησίον Μεσσηίδα καὶ Ὑπέρειαν, Μελιταιεῖς δʼ ἄπωθεν ἑαυτῶν ὅσον δέκα σταδίους οἰκεῖσθαι τὴν Ἑλλάδα πέραν τοῦ Ἐνιπέως, ἡνίκα ἡ ἑαυτῶν πόλις Πύρρα ὠνομάζετο, ἐκ δὲ τῆς Ἑλλάδος ἐν ταπεινῷ χωρίῳ κειμένης εἰς τὴν ἑαυτῶν μετοικῆσαι τοὺς Ἕλληνας· μαρτύριον δʼ εἶναι τὸν ἐν τῇ ἀγορᾷ τῇ σφετέρᾳ τάφον τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱοῦ καὶ Πύρρας. ἱστορεῖται γὰρ ὁ Δευκαλίων τῆς Φθιώτιδος ἄρξαι καὶ ἁπλῶς τῆς Θετταλίας· ὁ δʼ Ἐνιπεὺς ἀπὸ τῆς Ὄθρυος παρὰ Φάρσαλον ῥυεὶς εἰς τὸν Ἀπιδανὸν παραβάλλει, ὁ δʼ εἰς τὸν Πηνειόν. περὶ μὲν Ἑλλήνων ταῦτα.

Φθῖοι δὲ καλοῦνται οἵ τε ὑπʼ Ἀχιλλεῖ καὶ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ· ὁ δὲ ποιητὴς τούτου μάρτυς. εἰπὼν γὰρ ἐν τῷ καταλόγῳ τῶν ὑπʼ Ἀχιλλεῖ οἵ τʼ εἶχον Φθίην, ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ τούτους μὲν ὑπομένοντας ἐν ταῖς ναυσὶ πεποίηκε μετὰ τοῦ Ἀχιλλέως καὶ καθʼ ἡσυχίαν ὄντας, τοὺς δʼ ὑπὸ Φιλοκτήτῃ μαχομένους ἔχοντας Μέδοντα ἡγεμόνα καὶ τοὺς ὑπὸ Πρωτεσιλάῳ, Ποδάρκους --- περὶ ὧν κοινῶς μὲν οὕτω φησίν ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί· ἰδίως δέ πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο. τάχα δὲ καὶ οἱ σὺν Εὐρυπύλῳ Φθῖοι ἐλέγοντο, ὅμοροι τούτοις ὄντες· νῦν μέντοι Μαγνησίας νομίζουσι τῆς τε ὑπʼ Εὐρυπύλῳ τὰ περὶ Ὀρμένιον καὶ τὴν ὑπὸ Φιλοκτήτῃ πᾶσαν, τὴν δʼ ὑπὸ

p.610
Πρωτεσιλάῳ τῆς Φθίας ἀπὸ Δολοπίας καὶ τῆς Πίνδου μέχρι τῆς Μαγνητικῆς θαλάττης· μέχρι δὲ τῆς ὑπὸ Πρωτεσιλάῳ πόλεως Ἀντρῶνος, ἣ νῦν πληθυντικῶς λέγεται, τὸ πλάτος ἀφορίζεται τῆς ὑπὸ Πηλεῖ καὶ Ἀχιλλεῖ γῆς, ἀπὸ τῆς Τραχινίας καὶ τῆς Οἰταίας ἀρξαμένοις· τὸ δʼ αὐτὸ σχεδόν τι μῆκός ἐστι τοῦ Μαλιακοῦ κόλπου.

περὶ Ἅλου δὲ καὶ Ἀλόπης διαποροῦσι μὴ οὐ τούτους λέγει τοὺς τόπους οἳ νῦν ἐν τῷ Φθιωτικῷ τέλει φέρονται, ἀλλὰ τοὺς ἐν Λοκροῖς, μέχρι δεῦρο ἐπικρατοῦντος τοῦ Ἀχιλλέως, ὥσπερ καὶ μέχρι Τραχῖνος καὶ τῆς Οἰταίας. ἔστι γὰρ καὶ Ἅλος καὶ Ἁλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν, καθάπερ καὶ Ἀλόπη. οἱ δὲ τὸν Ἁλιοῦντα ἀντὶ Ἀλόπης τιθέασι καὶ γράφουσιν οὕτως οἵ θʼ Ἅλον οἵ θʼ Ἁλιοῦνθʼ οἵ τε Τρηχῖνʼ ἐνέμοντο. ὁ δὲ Φθιωτικὸς Ἅλος ὑπὸ τῷ πέρατι κεῖται τῆς Ὄθρυος ὄρους πρὸς ἄρκτον κειμένου τῇ Φθιώτιδι, ὁμόρου δὲ τῷ Τυφρηστῷ καὶ τοῖς Δόλοψιν, κἀνθένδε παρατείνοντος εἰς τὰ πλησίον τοῦ Μαλιακοῦ κόλπου. ἀπέχει δὲ Ἰτώνου περὶ ἑξήκοντα σταδίους ὁ Ἅλος ἢ ἡ Ἅλος· λέγεται γὰρ ἀμφοτέρως. ᾤκισε δὲ ὁ Ἀθάμας τὴν Ἅλον, ἀφανισθεῖσαν δὲ συνῴκισαν Φαρσάλιοι χρόνοις ὕστερον. ὑπέρκειται δὲ τοῦ Κροκίου πεδίου· ῥεῖ δὲ ποταμὸς Ἄμφρυσος πρὸς τῷ τείχει. ὑπὸ δὲ τῷ Κροκίῳ Θῆβαι εἰσὶν αἱ Φθιώτιδες, καὶ ἡ Ἅλος δὲ Φθιῶτις καλεῖται καὶ Ἀχαϊκή, συνάπτουσα τοῖς Μαλιεῦσιν, ὥσπερ καὶ οἱ τῆς Ὄθρυος πρόποδες. καθάπερ δὲ ἡ Φυλάκη ἡ ὑπὸ Πρωτεσιλάῳ τῆς Φθιώτιδός ἐστι τῆς προσχώρου τοῖς Μαλιεῦσιν, οὕτω καὶ ἡ Ἅλος· διέχει δὲ Θηβῶν περὶ ἑκατὸν σταδίους, ἐν μέσῳ δʼ ἐστὶ Φαρσάλου καὶ Φθιωτῶν· Φίλιππος μέντοι Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. οὕτω δὲ συμβαίνει τοὺς ὅρους καὶ τὰς συντάξεις τῶν τε ἐθνῶν καὶ

p.611
τῶν τόπων ἀλλάττεσθαι ἀεί, καθάπερ εἴπομεν. οὕτω καὶ Σοφοκλῆς τὴν Τραχῖνα Φθιῶτιν εἴρηκεν, Ἀρτεμίδωρος δὲ τὴν Ἅλον ἐν τῇ παραλίᾳ τίθησι, ἔξω μὲν τοῦ Μαλιακοῦ κόλπου κειμένην, Φθιῶτιν δέ. προϊὼν γὰρ ἐνθένδε ὡς ἐπὶ τὸν Πηνειὸν μετὰ τὸν Ἀντρῶνα τίθησι Πτελεόν, εἶτα τὸν Ἅλον ἀπὸ τοῦ Πτελεοῦ διέχοντα ἑκατὸν καὶ δέκα σταδίους. περὶ δὲ τῆς Τραχῖνος εἴρηται ὁποία τις· καὶ ὁ ποιητὴς κατονομάζει.

τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις ὡς ἐπιχωρίου ποταμοῦ, τὰς πηγὰς ἔχοντος ἐκ Τυφρηστοῦ Δρυοπικοῦ ὄρους, τοῦ καλουμένου --- πρότερον, ἐκδιδόντος δὲ πλησίον Θερμοπυλῶν μεταξὺ αὐτῶν καὶ Λαμίας, δηλοῖ ὅτι καὶ τὰ ἐντὸς πυλῶν ὅσα τοῦ Μαλιακοῦ κόλπου καὶ τὰ ἐκτὸς ὑπʼ ἐκείνῳ ἦν· ἀπέχει δὲ Λαμίας ὁ Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον· ὅτι δʼ ὁ Σπερχειὸς ἐπιχώριος, ἔκ τε τοῦ τρέφειν ἐκείνῳ τὴν κόμην φάσκειν καὶ τοῦ τὸν Μενέσθιον, ἕνα τῶν λοχαγῶν αὐτοῦ, Σπερχειοῦ λέγεσθαι παῖδα καὶ τῆς ἀδελφῆς τῆς Ἀχιλλέως. Μυρμιδόνας δʼ εἰκὸς καλεῖσθαι πάντας τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πατρόκλῳ, οἳ συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῷ Πηλεῖ. Ἀχαιοὶ δʼ ἐκαλοῦντο οἱ Φθιῶται πάντες.

διαριθμοῦνται δὲ τὰς ὑπὸ τῷ Φθιωτικῷ τέλει τῷ ὑπʼ Ἀχιλλεῖ κατοικίας ἀπὸ Μαλιέων ἀρξάμενοι πλείους μέν, ἐν δʼ αὐταῖς Θήβας τὰς Φθιώτιδας Ἐχῖνον Λάμιαν, περὶ ἣν ὁ Λαμιακὸς συνέστη πόλεμος Μακεδόσι καὶ Ἀντιπάτρῳ πρὸς Ἀθηναίους· ἐν ᾧ Λεωσθένης τε ἔπεσε τῶν Ἀθηναίων στρατηγός, καὶ Λεοννάτος ὁ Ἀλεξάνδρου τοῦ βασιλέως ἑταῖρος. ἔτι δὲ Ναρθάκιον Ἐρινεὸν Κορώνειαν, ὁμώνυμον τῇ Βοιωτικῇ, Μελίταιαν Θαυμακοὺς Πρόερναν Φάρσαλον Ἐρέτριαν, ὁμώνυμον

p.612
τῇ Εὐβοϊκῇ, Παραχελωίτας καὶ τούτους ὁμωνύμους τοῖς Αἰτωλικοῖς· καὶ γὰρ ἐνταῦθά ἐστιν Ἀχελῶος ποταμὸς πλησίον Λαμίας, παρʼ ὃν οἰκοῦσιν οἱ Παραχελωῖται. παρέτεινε δʼ ἡ χώρα αὕτη πρὸς ἄρκτον μὲν τῇ τῶν Ἀσκληπιαδῶν τῶν μάλιστα προσεσπερίων καὶ τῇ Εὐρυπύλου καὶ ἔτι τῇ Πρωτεσιλάου, ταῖς πρὸς ἕω κεκλιμέναις, πρὸς νότον δὲ τῇ Οἰταίᾳ εἰς τετταρεσκαίδεκα δήμους διῃρημένῃ, Ἡράκλειάν τε καὶ τὴν Δρυοπίδα, τετράπολιν γεγονυῖάν ποτε καθάπερ καὶ τὴν Δωρίδα, μητρόπολιν δὲ τῶν ἐν Πελοποννήσῳ Δρυόπων νομιζομένην. τῆς δʼ Οἰταίας καὶ ὁ Ἀκύφας ἐστὶ καὶ Παρασωπιὰς καὶ Οἰνειάδαι καὶ Ἀντικύρα, ὁμώνυμος τῇ ἐν Λοκροῖς τοῖς ἑσπερίοις. λέγω δὲ τὰς διατάξεις ταύτας οὐκ ἀεὶ μεμενηκυίας τὰς αὐτάς, ἀλλὰ ποικίλως μεταβεβλημένας· αἱ δʼ ἐπισημόταται μάλιστα ἄξιαι μνήμης εἰσί.

τοὺς δὲ Δόλοπας φράζει καὶ ὁ ποιητὴς ἱκανῶς ὅτι ἐπὶ ταῖς ἐσχατιαῖς εἰσι τῆς Φθίας, καὶ ὅτι ὑπὸ τῷ αὐτῷ ἡγεμόνι ἦσαν τῷ Πηλεῖ οὗτοί τε καὶ οἱ Φθιῶται· ἔναιον γάρ, φησίν, ἐσχατιὴν Φθίης[*](post Φθίης· ᾗ Φοινιξ) Δολόπεσσιν ἀνάσσων, δόντος τοῦ Πηλέως. γειτνιᾷ δὲ τῇ Πίνδῳ καὶ τοῖς περὶ αὐτὴν χωρίοις Θετταλικοῖς οὖσι τοῖς πλείστοις. διὰ γὰρ τὴν ἐπιφάνειάν τε καὶ τὴν ἐπικράτειαν τῶν Θετταλῶν καὶ τῶν Μακεδόνων οἱ πλησιάζοντες αὐτοῖς μάλιστα τῶν Ἠπειρωτῶν, οἱ μὲν ἑκόντες οἱ δʼ ἄκοντες, μέρη καθίσταντο Θετταλῶν ἢ Μακεδόνων, καθάπερ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τάλαρες Θετταλῶν, Ὀρέσται δὲ καὶ Πελαγόνες καὶ Ἐλιμιῶται Μακεδόνων.