Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἡ δὲ Πίνδος ὄρος ἐστὶ μέγα, πρὸς ἄρκτον μὲν τὴν

p.613
Μακεδόνων, πρὸς ἑσπέραν δὲ Περραιβοὺς μετανάστας ἀνθρώπους ἔχον, πρὸς δὲ μεσημβρίαν Δόλοπας, πρὸς ἕω δὲ --- αὕτη δʼ ἐστὶ τῆς Θετταλίας· ἐπʼ αὐτῇ δὲ τῇ Πίνδῳ ᾤκουν Τάλαρες Μολοττικὸν φῦλον, τῶν περὶ τὸν Τόμαρον ἀπόσπασμα, καὶ Αἴθικες, εἰς οὓς ἐξελαθῆναί φησιν ὑπὸ Πειρίθου τοὺς Κενταύρους ὁ ποιητής· ἐκλελοιπέναι δὲ νῦν ἱστοροῦνται. τὴν δʼ ἔκλειψιν διττῶς ἀκουστέον· ἢ γὰρ ἀφανισθέντων τῶν ἀνθρώπων καὶ τῆς χώρας τελέως ἠρημωμένης, ἢ τοῦ ὀνόματος τοῦ ἐθνικοῦ μηκέτι ὄντος, μηδὲ τοῦ συστήματος διαμένοντος τοιούτου. ὅταν οὖν ἄσημον τελέως ᾖ τὸ λειπόμενον νυνὶ σύστημα, οὐκ ἄξιον μνήμης τίθεμεν οὔτʼ αὐτὸ οὔτε τοὔνομα τὸ μεταληφθέν, ὅταν δʼ ἔχῃ τοῦ μεμνῆσθαι δικαίαν πρόφασιν, λέγειν ἀναγκαῖον τὴν μεταβολήν.

λοιπὸν δʼ εἰπεῖν τῆς παραλίας τὴν τάξιν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ ἀπὸ Θερμοπυλῶν ἀρξαμένους· τὴν γὰρ Λοκρικὴν καὶ τὴν Οἰταίαν εἰρήκαμεν. αἱ τοίνυν Θερμοπύλαι τοῦ μὲν Κηναίου διεστήκασιν ἑβδομηκοντασταδίῳ πορθμῷ, παραπλέοντι δʼ ἔξω Πυλῶν τοῦ Σπερχειοῦ ὡς σταδίους δέκα· ἔνθεν δʼ εἰς Φάλαρα εἴκοσι· τῶν δὲ Φαλάρων ἀπὸ θαλάττης ὑπέρκειται πεντήκοντα σταδίους ἡ τῶν Λαμιέων πόλις. εἶθʼ ἑξῆς παραπλεύσαντι σταδίοις ἑκατὸν ὁ Ἐχῖνος ὑπέρκειται. τῆς δʼ ἑξῆς παραλίας ἐν μεσογαίᾳ ἐστὶν ἡ Κρεμαστὴ Λάρισα εἴκοσι σταδίους αὐτῆς διέχουσα, ἡ δʼ αὐτὴ καὶ Πελασγία λεγομένη Λάρισα. εἶτα Μυόννησος νησίον, εἶτʼ Ἀντρών· ἦν δὲ αὕτη ὑπὸ Πρωτεσιλάῳ. τοσαῦτα μὲν περὶ τῆς ὑπὸ τῷ Ἀχιλλεῖ μερίδος.

ἐπεὶ δʼ ὁ ποιητὴς εἰς πολλὰ καὶ γνώριμα μέρη διελὼν διὰ τὸ ὀνομάζειν τούς τε ἡγεμόνας καὶ τὰς ὑπʼ αὐτοῖς πόλεις τὸν σύμπαντα τῆς Θετταλίας κύκλον

p.614
διέταξεν, ἡμεῖς ἀκολουθοῦντες τούτῳ πάλιν ὥσπερ ἐν τοῖς ἐπάνω προσεκπληρώσομεν τὴν λοιπὴν περιοδείαν τῆς χώρας. καταλέγει τοίνυν ἐφεξῆς τοῖς ὑπʼ Ἀχιλλεῖ τοὺς ὑπὸ Πρωτεσιλάῳ· οὗτοι δʼ εἰσὶν οἱ καὶ ἐφεξῆς ὄντες τῇ ὑπὸ τῷ Ἀχιλλεῖ παραλίᾳ μέχρι Ἀντρῶνος. ὁριζομένη τοίνυν τῆς ἐφεξῆς ἐστὶν ἡ ὑπὸ τῷ Πρωτεσιλάῳ, ἔξω μὲν οὖσα τοῦ Μαλιακοῦ κόλπου, ἔτι δʼ ἐντὸς τῆς Φθιώτιδος, οὐ μὴν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ. ἡ μὲν οὖν Φυλάκη ἐγγὺς Θηβῶν ἐστι τῶν Φθιωτίδων, αἵπερ εἰσὶ καὶ αὐταὶ ὑπὸ τῷ Πρωτεσιλάῳ· καὶ Ἅλος δὲ καὶ Λάρισα ἡ Κρεμαστὴ καὶ τὸ Δημήτριον ὑπʼ ἐκείνῳ, πᾶσαι πρὸς ἕω τῆς Ὄθρυος. τὸ δὲ Δημήτριον Δήμητρος εἴρηκε τέμενος καὶ ἐκάλεσε Πύρασον. ἦν δὲ πόλις εὐλίμενος ἡ Πύρασος ἐν δυσὶ σταδίοις, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον, διέχουσα Θηβῶν σταδίους εἴκοσι· ὑπέρκεινται δὲ Πυράσου μὲν αἱ Θῆβαι. τῶν Θηβῶν δὲ ἐν τῇ μεσογαίᾳ τὸ Κρόκιον πεδίον πρὸς τῷ καταλήγοντι τῆς Ὄθρυος, διʼ οὗ ὁ Ἄμφρυσος ῥεῖ. τούτου δʼ ὑπέρκειται ὁ Ἴτωνος, ὅπου τὸ τῆς Ἰτωνίας ἱερόν, ἀφʼ οὗ καὶ τὸ ἐν τῇ Βοιωτίᾳ, καὶ ὁ Κουάριος ποταμός· εἴρηται δὲ περὶ τούτου καὶ τῆς Ἄρνης ἐν τοῖς Βοιωτιακοῖς. ταῦτα δʼ ἐστὶ τῆς Θετταλιώτιδος μιᾶς τῶν τεττάρων μερίδων τῆς συμπάσης Θετταλίας, ἧς καὶ τὰ ὑπʼ Εὐρυπύλῳ καὶ ὁ Φύλλος, ὅπου Ἀπόλλωνος τοῦ Φυλλίου ἱερόν, καὶ Ἴχναι, ὅπου ἡ Θέμις Ἰχναία τιμᾶται. καὶ Κίερος δʼ εἰς αὐτὴν συντελεῖ καὶ τἆλλα μέχρι τῆς Ἀθαμανίας. κατὰ δὲ τὸν Ἀντρῶνα ἕρμα ὕφαλον ἐν τῷ πρὸς Εὐβοίᾳ ἐστὶ πόρῳ καλούμενον ὄνος Ἀντρῶνος. εἶτα Πτελεὸν καὶ ὁ Ἅλος· εἶτα τὸ τῆς Δήμητρος ἱερὸν καὶ ὁ Πύρασος κατεσκαμμένος, ὑπὲρ αὐτὸν δὲ αἱ Θῆβαι· εἶτα ἄκρα Πύρρα καὶ
p.615
δύο νησία πλησίον, ὧν τὸ μὲν Πύρρα τὸ δὲ Δευκαλίων καλεῖται· ἐνταῦθα δὲ καὶ ἡ Φθιῶτίς πως τελευτᾷ.

ἑξῆς δὲ τοὺς ὑπὸ τῷ Εὐμήλῳ καταλέγει, τὴν συνεχῆ παραλίαν, ἥπερ ἐστὶν ἤδη Μαγνησίας καὶ τῆς Πελασγιώτιδος γῆς. Φεραὶ μὲν οὖν εἰσι πέρας τῶν Πελασγικῶν πεδίων πρὸς τὴν Μαγνησίαν, ἃ παρατείνει μέχρι τοῦ Πηλίου σταδίους ἑκατὸν ἑξήκοντα. ἐπίνειον δὲ τῶν Φερῶν Παγασαὶ διέχον ἐνενήκοντα σταδίους αὐτῶν, Ἰωλκοῦ δὲ εἴκοσιν. ἡ δʼ Ἰωλκὸς κατέσκαπται μὲν ἐκ παλαιοῦ, ἐντεῦθεν δʼ ἔστειλε τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ Πελίας· ἀπὸ δὲ τῆς ναυπηγίας τῆς Ἀργοῦς καὶ Παγασὰς λέγεσθαι μυθεύουσι τὸν τόπον, οἱ δὲ πιθανώτερον ἡγοῦνται τοὔνομα τῷ τόπῳ τεθῆναι τοῦτο ἀπὸ τῶν πηγῶν αἳ πολλαί τε καὶ δαψιλεῖς ῥέουσι· πλησίον δὲ καὶ Ἀφέται ὡς ἂν ἀφετήριόν τι τῶν Ἀργοναυτῶν. τῆς δὲ Δημητριάδος ἑπτὰ σταδίους ὑπέρκειται τῆς θαλάττης Ἰωλκός. ἔκτισε δὲ Δημήτριος ὁ πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ τὴν Δημητριάδα μεταξὺ Νηλείας καὶ Παγασῶν ἐπὶ θαλάττῃ τὰς πλησίον πολίχνας εἰς αὐτὴν συνοικίσας, Νήλειάν τε καὶ Παγασὰς καὶ Ὀρμένιον, ἔτι δὲ Ῥιζοῦντα Σηπιάδα Ὀλιζῶνα Βοίβην Ἰωλκόν, αἳ δὴ νῦν εἰσι κῶμαι τῆς Δημητριάδος. καὶ δὴ καὶ ναύσταθμον ἦν τοῦτο καὶ βασίλειον μέχρι πολλοῦ τοῖς βασιλεῦσι τῶν Μακεδόνων, ἐπεκράτει δὲ καὶ τῶν Τεμπῶν καὶ τῶν ὀρῶν ἀμφοῖν, ὥσπερ εἴρηται, τοῦ τε Πηλίου καὶ τῆς Ὄσσης· νῦν δὲ συνέσταλται μέν, τῶν δʼ ἐν τῇ Μαγνησίᾳ πασῶν ὅμως διαφέρει. ἡ δὲ Βοιβηὶς λίμνη πλησιάζει μὲν ταῖς Φεραῖς, συνάπτει δὲ καὶ τοῖς ἀπολήγουσι τοῦ Πηλίου πέρασι καὶ τῆς Μαγνησίας· Βοίβη δὲ χωρίον ἐπὶ τῇ λίμνῃ κείμενον. καθάπερ δὲ τὴν Ἰωλκὸν αὐξηθεῖσαν ἐπὶ πλέον κατέλυσαν αἱ στάσεις καὶ αἱ τυραννίδες, οὕτως καὶ τὰς Φερὰς

p.616
συνέστειλαν ἐξαρθείσας ποτὲ καὶ συγκαταλυθείσας τοῖς τυράννοις. πλησίον δὲ τῆς Δημητριάδος ὁ Ἄναυρος ῥεῖ. καλεῖται δὲ καὶ συνεχὴς αἰγιαλὸς Ἰωλκός· ἐνταῦθα δὲ καὶ τὴν Πυλαϊκὴν πανήγυριν συνετέλουν. ὁ δʼ Ἀρτεμίδωρος ἀπωτέρω τῆς Δημητριάδος τίθησι τὸν Παγασιτικὸν κόλπον εἰς τοὺς ὑπὸ Φιλοκτήτῃ τόπους· ἐν δὲ τῷ κόλπῳ φησὶν εἶναι τὴν Κικύνηθον νῆσον καὶ πολίχνην ὁμώνυμον.

ἑξῆς δʼ αἱ ὑπὸ Φιλοκτήτῃ πόλεις καταλέγονται. ἡ μὲν οὖν Μηθώνη ἑτέρα ἐστὶ τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος· ἐμνήσθημεν δὲ καὶ πρότερον τῆς τῶν ὀνομάτων τούτων καὶ τῶν ἐν Πελοποννήσῳ --- τροπῆς· τἆλλα δὲ διηρίθμηται, ἥ τε Θαυμακία καὶ ὁ Ὀλιζὼν καὶ ἡ Μελίβοια, ἃ τῆς ἑξῆς παραλίας ἐστίν. πρόκεινται δὲ τῶν Μαγνήτων νῆσοι συχναὶ μέν, αἱ δʼ ἐν ὀνόματι Σκίαθός τε καὶ Πεπάρηθος καὶ Ἰκὸς Ἁλόννησός τε καὶ Σκῦρος, ὁμωνύμους ἔχουσαι πόλεις. μάλιστα δʼ ἐστὶν ἐν ὀνόματι Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐνταῦθα γένεσίν τε καὶ ἐκτροφήν. ὕστερον δὲ Φίλιππος αὐξηθείς, ὁρῶν Ἀθηναίους ἐπικρατοῦντας τῆς θαλάττης καὶ τῶν νήσων ἄρχοντας καὶ τούτων καὶ τῶν ἄλλων, ἐποίησε τὰς πλησίον ἑαυτῷ μάλιστα ἐνδόξους. πολεμῶν γὰρ περὶ τῆς ἡγεμονίας ἐπεχείρει πρώτοις ἀεὶ τοῖς ἐγγύθεν, καὶ καθάπερ αὐτῆς τῆς Μαγνήτιδος τὰ πολλὰ μέρη Μακεδονίαν ἐποίησε καὶ τῆς Θρᾴκης καὶ τῆς ἄλλης τῆς κύκλῳ γῆς, οὕτω καὶ τὰς πρὸ τῆς Μαγνησίας νήσους ἀφῃρεῖτο, καὶ τὰς ὑπʼ οὐδενὸς γνωριζομένας πρότερον περιμαχήτους καὶ γνωρίμους ἐποίει. τὴν δʼ οὖν Σκῦρον καὶ μάλιστα μὲν αἱ ἀρχαιολογίαι συνιστῶσιν, ἀλλὰ καὶ τὰ τοιαῦτα θρυλεῖσθαι ποιεῖ, οἷον αἱ τῶν αἰγῶν ἀρεταὶ τῶν Σκυρίων,

p.617
καὶ τὰ μέταλλα τῆς ποικίλης λίθου τῆς Σκυρίας, καθάπερ τῆς Καρυστίας καὶ τῆς Δοκιμαίας ἢ Συνναδικῆς, καὶ τῆς Ἱεραπολιτικῆς. μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφʼ ἧς ἡ πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.

ὁ δʼ οὖν ποιητὴς μέχρι δεῦρο προελθὼν τῆς Μαγνητικῆς παραλίας ἐπάνεισιν ἐπὶ τὴν ἄνω Θετταλίαν· καὶ γὰρ τὰ παρατείνοντα τῇ Φθιώτιδι, ἀρξάμενος ἀπὸ τῆς Δολοπίας καὶ τῆς Πίνδου, μέχρι τῆς κάτω Θετταλίας διέξεισιν οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν. ταῦτα τὰ χωρία ἔστι μὲν τῆς Ἱστιαιώτιδος, ἐκαλεῖτο δʼ, ὥς φασι, πρότερον Δωρίς· κατασχόντων δὲ τῶν Περραιβῶν αὐτήν, οἳ καὶ τῆς Εὐβοίας τὴν Ἱστιαιῶτιν κατεστρέψαντο καὶ τοὺς ἀνθρώπους εἰς τὴν ἤπειρον ἀνέσπασαν, διὰ τὸ πλῆθος τῶν ἐποικησάντων Ἱστιαίων τὴν χώραν ἀπʼ ἐκείνων οὕτως ἐκάλεσαν. καλοῦσι δὲ καὶ αὐτὴν καὶ τὴν Δολοπίαν τὴν ἄνω Θετταλίαν, ἐπʼ εὐθείας οὖσαν τῇ ἄνω Μακεδονίᾳ, καθάπερ καὶ τὴν κάτω τῇ κάτω. ἔστι δʼ ἡ μὲν Τρίκκη, ὅπου τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορος τοῖς τε Δόλοψιν καὶ τοῖς περὶ τὴν Πίνδον τόποις. τὴν δʼ Ἰθώμην ὁμωνύμως τῇ Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτως ἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ἀφαιρεῖν· οὕτω γὰρ καλεῖσθαι πρότερον, νῦν δὲ Ἰθώμη μετωνομάσθαι, χωρίον ἐρυμνὸν καὶ τῷ ὄντι κλωμακόεν, ἱδρυμένον μεταξὺ τεττάρων φρουρίων ὥσπερ ἐν τετραπλεύρῳ κειμένων, Τρίκκης τε καὶ Μητροπόλεως καὶ Πελινναίου καὶ Γόμφων. τῆς δὲ δὴ Μητροπολιτῶν ἐστι χώρας ἡ Ἰθώμη. ἡ δὲ Μητρόπολις πρότερον μὲν ἐκ τριῶν συνῴκιστο πολιχνίων ἀσήμων, ὕστερον δὲ καὶ πλείους

p.618
προσελήφθησαν, ὧν ἦν καὶ ἡ Ἰθώμη. Καλλίμαχος μὲν οὖν φησιν ἐν τοῖς ἰάμβοις τὰς Ἀφροδίτας (ἡ θεὸς γὰρ οὐ μία) τὴν Καστνιῆτιν ὑπερβάλλεσθαι πάσας τῷ φρονεῖν, ὅτι μόνη παραδέχεται τὴν τῶν ὑῶν θυσίαν. καὶ μὴν πολυίστωρ, εἴ τις ἄλλος, καὶ πάντα τὸν βίον, ὡς αὐτὸς εἴρηκεν, ὁ ταῦτα μυθεῖσθαι βουλόμενος. οἱ δʼ ὕστερον ἤλεγξαν οὐ μίαν Ἀφροδίτην μόνον ἀλλὰ καὶ πλείους ἀποδεδεγμένας τὸ ἔθος τοῦτο, ὧν εἶναι καὶ τὴν ἐν τῇ Μητροπόλει· ταύτῃ δὲ μίαν τῶν συνοικισθεισῶν εἰς αὐτὴν πόλεων παραδοῦναι τὸ ἔθος Ὀνθύριον. ἔστι δὲ καὶ Φαρκαδὼν ἐν τῇ Ἱστιαιώτιδι, καὶ ῥεῖ διʼ αὐτῶν ὁ Πηνειὸς καὶ ὁ Κουράλιος· ὧν ὁ Κουράλιος ῥυεὶς παρὰ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν εἰς τὸν Πηνειὸν ἐξίησιν, αὐτὸς δʼ ὁ Πηνειὸς ἄρχεται μὲν ἐκ Πίνδου, καθάπερ εἴρηται, ἐν ἀριστερᾷ δʼ ἀφεὶς Τρίκκην τε καὶ Πελινναῖον καὶ Φαρκαδόνα φέρεται παρά τε Ἄτρακα καὶ Λάρισαν, καὶ τοὺς ἐν τῇ Θετταλιώτιδι δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν ἐπὶ τὰς ἐκβολάς. τὴν δʼ Οἰχαλίαν πόλιν Εὐρύτου λεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ ἐν Ἀρκαδίᾳ, καὶ μετονομάζουσιν ἄλλοι ἄλλως, ὃ καὶ ἐν τοῖς Πελοποννησιακοῖς εἴρηται. περὶ δὲ τούτων ζητοῦσι καὶ μάλιστα τίς ἦν ἡ ὑπὸ Ἡρακλέους ἁλοῦσα, καὶ περὶ τίνος συνέγραψεν ὁ ποιήσας τὴν Οἰχαλίας ἅλωσιν. ταῦτα μὲν δὴ τὰ χωρία τοῖς Ἀσκληπιάδαις ὑπέταξεν.