Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

καὶ δὴ καὶ τῶν ὁρίων ἀμφισβητοῦντες πολλάκις οἵ τε Πελοποννήσιοι καὶ Ἴωνες, ἐν οἷς ἦν καὶ ἡ Κρομμυωνία, συνέβησαν καὶ στήλην ἔστησαν ἐπὶ τοῦ συνομολογηθέντος τόπου περὶ αὐτὸν τὸν Ἰσθμόν, ἐπιγραφὴν ἔχουσαν ἐπὶ μὲν τοῦ πρὸς τὴν Πελοπόννησον μέρους

  1. τάδʼ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία,
ἐπὶ δὲ τοῦ πρὸς Μέγαρα
  1. τάδʼ οὐχὶ Πελοπόννησος ἀλλʼ Ἰωνία.
οἵ τε δὴ τὴν
p.555
Ἀτθίδα συγγράψαντες πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεττάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νῖσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νίσαιαν. Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου. τὴν δʼ εἰς τέτταρα μέρη διανομὴν ἄλλων ἄλλως εἰρηκότων ἀρκεῖ ταῦτα παρὰ Σοφοκλέους λαβεῖν· φησὶ δʼ ὁ Αἰγεὺς ὅτι ὁ πατὴρ ὥρισεν ἐμοὶ μὲν ἀπελθεῖν εἰς ἀκτὰς τῆσδε γῆς πρεσβεῖα νείμας· εἶτα Λύκῳ
  1. τὸν ἀντίπλευρον κῆπον Εὐβοίας νέμει,
  2. Νίσῳ δὲ τὴν ὅμαυλον ἐξαιρεῖ χθόνα
  3. Σκείρωνος ἀκτῆς, τῆς δὲ γῆς τὸ πρὸς νότον
  4. ὁ σκληρὸς οὗτος καὶ γίγαντας ἐκτρέφων
  5. εἴληχε Πάλλας.
[*](Soph. Fr. 872 (Nauck))ὅτι μὲν οὖν ἡ Μεγαρὶς τῆς Ἀττικῆς μέρος ἦν, τούτοις χρῶνται τεκμηρίοις.

μετὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τῆς χώρας μερισμὸν ὑπʼ αὐτῶν καὶ τῶν συγκατελθόντων αὐτοῖς Δωριέων ἐκπεσεῖν τῆς οἰκείας συνέβη πολλοὺς εἰς τὴν Ἀττικήν, ὧν ἦν καὶ ὁ τῆς Μεσσήνης βασιλεὺς Μέλανθος· οὗτος δὲ καὶ τῶν Ἀθηναίων ἐβασίλευσεν ἑκόντων, νικήσας ἐκ μονομαχίας τὸν τῶν Βοιωτῶν βασιλέα Ξάνθον. εὐανδρούσης δὲ τῆς Ἀττικῆς διὰ τοὺς φυγάδας φοβηθέντες οἱ Ἡρακλεῖδαι, παροξυνόντων αὐτοὺς μάλιστα τῶν ἐν Κορίνθῳ καὶ τῶν ἐν Μεσσήνῃ, τῶν μὲν διὰ τὴν γειτνίασιν, τῶν δὲ ὅτι Κόδρος τῆς Ἀττικῆς ἐβασίλευε τότε ὁ τοῦ Μελάνθου παῖς, ἐστράτευσαν ἐπὶ τὴν Ἀττικήν· ἡττηθέντες δὲ μάχῃ τῆς μὲν ἄλλης ἐξέστησαν γῆς, τὴν Μεγαρικὴν δὲ κατέσχον καὶ τήν τε πόλιν ἔκτισαν τὰ Μέγαρα καὶ τοὺς ἀνθρώπους Δωριέας ἀντὶ Ἰώνων ἐποίησαν· ἠφάνισαν δὲ καὶ

p.556
τὴν στήλην τὴν ὁρίζουσαν τούς τε Ἴωνας καὶ τοὺς Πελοποννησίους.

πολλαῖς δὲ κέχρηται μεταβολαῖς ἡ τῶν Μεγαρέων πόλις, συμμένει δʼ ὅμως μέχρι νῦν. ἔσχε δέ ποτε καὶ φιλοσόφων διατριβὰς τῶν προσαγορευθέντων Μεγαρικῶν, Εὐκλείδην διαδεξαμένων ἄνδρα Σωκρατικόν, Μεγαρέα τὸ γένος· καθάπερ καὶ Φαίδωνα μὲν τὸν Ἠλεῖον οἱ Ἠλειακοὶ διεδέξαντο, καὶ τοῦτον Σωκρατικόν, ὧν ἦν καὶ Πύρρων, Μενέδημον δὲ τὸν Ἐρετριέα οἱ Ἐρετρικοί. ἔστι δʼ ἡ χώρα τῶν Μεγαρέων παράλυπρος καθάπερ καὶ ἡ Ἀττική, καὶ τὸ πλέον αὐτῆς ἐπέχει τὰ καλούμενα Ὄνεια ὄρη, ῥάχις τις μηκυνομένη μὲν ἀπὸ τῶν Σκιρωνίδων πετρῶν ἐπὶ τὴν Βοιωτίαν καὶ τὸν Κιθαιρῶνα, διείργουσα δὲ τὴν κατὰ Νίσαιαν θάλατταν ἀπὸ τῆς κατὰ τὰς Παγὰς Ἀλκυονίδος προσαγορευομένης.

πρόκειται δʼ ἀπὸ Νισαίας πλέοντι εἰς τὴν Ἀττικὴν πέντε νησία. εἶτα Σαλαμὶς ἑβδομήκοντά που σταδίων οὖσα τὸ μῆκος, οἱ δʼ ὀγδοήκοντά φασιν· ἔχει δʼ ὁμώνυμον πόλιν τὴν μὲν ἀρχαίαν ἔρημον πρὸς Αἴγιναν τετραμμένην καὶ πρὸς νότον (καθάπερ καὶ Αἰσχύλος εἴρηκεν

  1. Αἴγινα δʼ αὕτη πρὸς νότου κεῖται πνοάς
[*](Aesch. Fr. 404 (Nauck))), τὴν δὲ νῦν ἐν κόλπῳ κειμένην ἐπὶ χερρονησοειδοῦς τόπου συνάπτοντος πρὸς τὴν Ἀττικήν. ἐκαλεῖτο δʼ ἑτέροις ὀνόμασι τὸ παλαιόν· καὶ γὰρ Σκιρὰς καὶ Κύχρεια ἀπό τινων ἡρώων, ἀφʼ οὗ μὲν Ἀθηνᾶ τε λέγεται Σκιρὰς καὶ τόπος Σκίρα ἐν τῇ Ἀττικῇ καὶ ἐπὶ Σκίρῳ ἱεροποιία τις καὶ ὁ μὴν ὁ Σκιροφοριών, ἀφʼ οὗ δὲ καὶ Κυχρείδης ὄφις, ὅν φησιν Ἡσίοδος τραφέντα ὑπὸ Κυχρέως ἐξελαθῆναι ὑπὸ Εὐρυλόχου λυμαινόμενον τὴν νῆσον, ὑποδέξασθαι δὲ αὐτὸν τὴν Δήμητρα εἰς Ἐλευσῖνα καὶ γενέσθαι ταύτης ἀμφίπολον. ὠνομάσθη δὲ
p.557
καὶ Πιτυοῦσσα ἀπὸ τοῦ φυτοῦ· ἐπιφανὴς δὲ ἡ νῆσος ὑπῆρξε διά τε τοὺς Αἰακίδας ἐπάρξαντας αὐτῆς, καὶ μάλιστα διʼ Αἴαντα τὸν Τελαμώνιον, καὶ διὰ τὸ περὶ τὴν νῆσον ταύτην καταναυμαχηθῆναι Ξέρξην ὑπὸ τῶν Ἑλλήνων καὶ φυγεῖν εἰς τὴν οἰκείαν. συναπέλαυσαν δὲ καὶ Αἰγινῆται τῆς περὶ τὸν ἀγῶνα τοῦτον δόξης, γείτονές τε ὄντες καὶ ναυτικὸν ἀξιόλογον παρασχόμενοι. Βώκαρος δʼ ἐστὶν ἐν Σαλαμῖνι ποταμός, ὁ νῦν Βωκαλία καλούμενος.

καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς· καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτο

  1. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας
[*](Hom. Il. 2.557) ἑξῆς τοῦτο
  1. στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες,
[*](Hom. Il. 2.558) μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι. οὐ παραδέχονται δὲ τοῦθʼ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς. διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετʼ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν;
  1. ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
Hom. Il. 13.681 καὶ ἐν τῇ ἐπιπωλήσει ὁ Ἀγαμέμνων
  1. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
  2. ἑσταότʼ, ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀυτῆς.
  3. αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
  4. πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.
[*](Hom. Il. 4.327) ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν
  1. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι,
[*](Hom. Il. 4.273)καὶ παρʼ αὐτούς
  1. Ἰδομενεὺς δʼ ἑτέρωθεν,
[*](Hom. Il. 3.230)οὐ Μενεσθεύς. οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρʼ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτως
  1. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης,
  2. ἔκ τʼ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε.
[*](Source unknown)ἅ ἐστι χωρία
p.558
Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθʼ ὃ ἡ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται.