Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

περιωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν. ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῇ Πελοποννήσῳ τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων· τρίτη δὲ ἡ πρὸς ταύτῃ προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν. περὶ τούτων οὖν λεκτέον. φησὶ δʼ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾷ μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς· νομίζει δʼ οὐδʼ ἂν κοιλαίνεσθαι οὕτως τὴν ᾐόνα τὴν ἀπὸ Σουνίου μέχρι τοῦ Ἰσθμοῦ ὥστε μεγάλην ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῇ ᾐόνι ταύτῃ καὶ τὰ συνεχῆ τῷ Ἰσθμῷ χωρία τὰ ποιοῦντα τὸν κόλπον τὸν Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν· ὡς δʼ αὕτως οὐδʼ ἂν τὴν ἀπὸ τῶν Κεραυνίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύτην ἐπιστροφὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθʼ αὑτήν, εἰ μὴ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν ἐποίει τὴν ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περιέχοντα τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν ταύτῃ θάλατταν.

οὕτω δʼ εἰρηκότος Εὐδόξου, μαθηματικοῦ ἀνδρὸς καὶ σχημάτων ἐμπείρου καὶ κλιμάτων καὶ τοὺς τόπους τούτους εἰδότος, δεῖ νοεῖν τήνδε τὴν πλευρὰν τῆς Ἀττικῆς σὺν τῇ Μεγαρίδι τὴν ἀπὸ Σουνίου μέχρι

p.553
Ἰσθμοῦ κοίλην μὲν ἀλλʼ ἐπὶ μικρόν. ἐνταῦθα δʼ ἐστὶ κατὰ μέσην που τὴν λεχθεῖσαν γραμμὴν ὁ Πειραιεὺς τὸ τῶν Ἀθηνῶν ἐπίνειον. διέχει γὰρ τοῦ μὲν Σχοινοῦντος τοῦ κατὰ τὸν Ἰσθμὸν περὶ τριακοσίους πεντήκοντα σταδίους, τοῦ δὲ Σουνίου τριάκοντα καὶ τριακοσίους· τόςον πώς ἐστι διάστημα καὶ τὸ ἐπὶ Πηγὰς ἀπὸ τοῦ Πειραιῶς, ὅσονπερ καὶ ἐπὶ Σχοινοῦντα· δέκα δʼ ὅμως σταδίοις πλεονάζειν φασί. κάμψαντι δὲ τὸ Σούνιον πρὸς ἄρκτον μὲν ὁ πλοῦς, ἐκκλίνων δὲ πρὸς δύσιν.

ἀκτὴ δʼ ἐστὶν ἡ Ἀττικὴ ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτʼ εἰς τὴν μεσόγαιαν πλατύνεται, μηνοειδῆ δʼ οὐδὲν ἧττον ἐπιστροφὴν λαμβάνει πρὸς Ὠρωπὸν τῆς Βοιωτίας τὸ κυρτὸν ἔχουσαν πρὸς θαλάττῃ· τοῦτο δʼ ἐστὶ τὸ δεύτερον πλευρὸν ἑῷον τῆς Ἀττικῆς. τὸ δὲ λοιπὸν ἤδη τὸ προσάρκτιόν ἐστι πλευρὸν ἀπὸ τῆς Ὠρωπίας ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος, ἡ Ἀττικὴ ὀρεινή, πολυώνυμός τις, διείργουσα τὴν Βοιωτίαν ἀπὸ τῆς Ἀττικῆς· ὥσθʼ, ὅπερ εἶπον ἐν τοῖς πρόσθεν, ἰσθμὸν γίνεσθαι τὴν Βοιωτίαν ἀμφιθάλαττον οὖσαν τῆς τρίτης χερρονήσου τῆς λεχθείσης, ἀπολαμβάνοντα ἐντὸς τὰ πρὸς τῇ Πελοποννήσῳ τήν τε Μεγαρίδα καὶ τὴν Ἀττικήν. διὰ δὲ τοῦτο καὶ Ἀκτήν φασι λεχθῆναι τὸ παλαιὸν καὶ Ἀκτικὴν τὴν νῦν Ἀττικὴν παρονομασθεῖσαν, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δʼ ἀξιολόγῳ κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου. ταύτας οὖν διέξιμεν ἀναλαβόντες πάλιν ἀπὸ τῆς παραλίας ἀφʼ ἧσπερ ἀπελίπομεν.

μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ Σκιρωνίδες πέτραι πάροδον οὐκ ἀπολείπουσαι πρὸς θαλάττῃ· ὑπὲρ αὐτῶν δʼ ἐστὶν ἡ ὁδὸς ἡ ἐπὶ Μεγάρων

p.554
καὶ τῆς Ἀττικῆς ἀπὸ τοῦ Ἰσθμοῦ· οὕτω δὲ σφόδρα πλησιάζει ταῖς πέτραις ἡ ὁδὸς ὥστε πολλαχοῦ καὶ παράκρημνός ἐστι διὰ τὸ ὑπερκείμενον ὄρος δύσβατόν τε καὶ ὑψηλὸν ὄν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τοῦ Σκείρωνος καὶ τοῦ Πιτυοκάμπτου τῶν λῃζομένων τὴν λεχθεῖσαν ὀρεινήν, οὓς καθεῖλε Θησεύς. ἀπὸ δὲ τῶν ἄκρων τούτων καταιγίζοντα σκαιὸν τὸν ἀργέστην σκίρωνα προσηγορεύκασιν Ἀθηναῖοι. μετὰ δὲ τὰς Σκιρωνίδας πέτρας ἄκρα πρόκειται Μινῴα ποιοῦσα τὸν ἐν τῇ Νισαίᾳ λιμένα. ἡ δὲ Νίσαια ἐπίνειόν ἐστιν τῶν Μεγάρων δεκαοκτὼ σταδίους τῆς πόλεως διέχον, σκέλεσιν ἑκατέρωθεν συναπτόμενον πρὸς αὐτήν· ἐκαλεῖτο δὲ καὶ τοῦτο Μινῴα.

τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύτην οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτισμένων· διόπερ οὐδʼ ὁ ποιητὴς μέμνηται τῶν τόπων τούτων ἰδίως, ἀλλʼ Ἀθηναίους καλῶν τοὺς ἐν τῇ Ἀττικῇ πάντας συμπεριείληφε καὶ τούτους τῷ κοινῷ ὀνόματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῇ ἐν τῷ καταλόγῳ

  1. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον
[*](Hom. Il. 2.546) δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους μετασχόντας τῆς στρατείας. σημεῖον δέ· ἡ γὰρ Ἀττικὴ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ὁ ποιητὴς ὅταν φῇ
  1. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες
[*](Hom. Il. 13.685)τοὺς Ἀθηναίους λέγει· ταύτης δʼ ἦν μερὶς καὶ ἡ Μεγαρίς.