Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἔστι τοίνυν μετʼ Ἄβυδον ἥ τε Δαρδανὶς ἄκρα, ἧς μικρὸν πρότερον ἐμνήσθημεν, καὶ ἡ πόλις ἡ Δάρδανος, διέχουσα τῆς Ἀβύδου ἑβδομήκοντα σταδίους. μεταξύ τε ὁ Ῥοδίος ἐκπίπτει ποταμός, καθʼ ὃν ἐν τῇ Χερρονήσῳ τὸ Κυνὸς σῆμά ἐστιν, ὅ φασιν Ἑκάβης εἶναι τάφον· οἱ δὲ τὸν Ῥοδίον εἰς τὸν Αἴσηπον ἐμβάλλειν φασίν· εἷς δʼ ἐστὶ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων καὶ οὗτος

  1. Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε.
[*](Hom. Il. 12.20) ἡ δὲ Δάρδανος κτίσμα ἀρχαῖον, οὕτω δʼ εὐκαταφρόνητον ὥστε πολλάκις οἱ βασιλεῖς οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον οἱ δὲ ἀνῴκιζον πάλιν εἰς τὸ ἀρχαῖον κτίσμα. ἐνταῦθα δὲ συνῆλθον Σύλλας τε Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμὼν καὶ Μιθριδάτης ὁ κληθεὶς Εὐπάτωρ, καὶ συνέβησαν πρὸς ἀλλήλους ἐπὶ καταλύσει τοῦ πολέμου.
p.834

πλησίον δʼ ἐστὶ τὸ Ὀφρύνιον, ἐφʼ ᾧ τὸ τοῦ Ἕκτορος ἄλσος ἐν περιφανεῖ τόπῳ· καὶ ἐφεξῆς λίμνη Πτελεώς.

εἶτα Ῥοίτειον πόλις ἐπὶ λόφῳ κειμένη καὶ τῷ Ῥοιτείῳ συνεχὴς ᾐὼν ἁλιτενής,[*](ante ἐφʼ ᾗ· Αἰάντειον) ἐφʼ ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος καὶ ἀνδριάς, ὃν ἄραντος Ἀντωνίου κομισθέντα εἰς Αἴγυπτον ἀπέδωκε τοῖς Ῥοιτειεῦσι πάλιν, καθάπερ καὶ ἄλλοις ἄλλους, ὁ Σεβαστὸς Καῖσαρ. τὰ γὰρ κάλλιστα ἀναθήματα ἐκ τῶν ἐπιφανεστάτων ἱερῶν ὁ μὲν ἦρε τῇ Αἰγυπτίᾳ χαριζόμενος, ὁ δὲ θεοῖς ἀπέδωκε.

μετὰ δὲ τὸ Ῥοίτειον ἔστι τὸ Σίγειον, κατεσπασμένη πόλις, καὶ τὸ ναύσταθμον καὶ ὁ Ἀχαιῶν λιμὴν καὶ τὸ Ἀχαϊκὸν στρατόπεδον καὶ ἡ στομαλίμνη καλουμένη καὶ αἱ τοῦ Σκαμάνδρου ἐκβολαί. συμπεσόντες γὰρ ὅ τε Σιμόεις καὶ ὁ Σκάμανδρος ἐν τῷ πεδίῳ πολλὴν καταφέροντες ἰλὺν προσχοῦσι τὴν παραλίαν καὶ τυφλὸν στόμα τε καὶ λιμνοθαλάττας καὶ ἕλη ποιοῦσι. κατὰ δὲ τὴν Σιγειάδα ἄκραν ἐστὶν ἐν τῇ Χερρονήσῳ τὸ Πρωτεσιλάειον καὶ ἡ Ἐλαιοῦσσα, περὶ ὧν εἰρήκαμεν ἐν τοῖς Θρᾳκίοις.

ἔστι δὲ τὸ μῆκος τῆς παραλίας ταύτης ἀπὸ τοῦ Ῥοιτείου μέχρι Σιγείου καὶ τοῦ Ἀχιλλέως μνήματος εὐθυπλοούντων ἑξήκοντα σταδίων· ὑποπέπτωκε δὲ τῷ Ἰλίῳ πᾶσα, τῷ μὲν νῦν κατὰ τὸν Ἀχαιῶν λιμένα ὅσον δώδεκα σταδίους διέχουσα, τῷ δὲ προτέρῳ τριάκοντα ἄλλοις σταδίοις ἀνωτέρῳ κατὰ τὸ πρὸς τὴν Ἴδην μέρος. τοῦ μὲν οὖν Ἀχιλλέως καὶ ἱερόν ἐστι καὶ μνῆμα πρὸς τῷ Σιγείῳ, Πατρόκλου δὲ καὶ Ἀντιλόχου μνήματα, καὶ ἐναγίζουσιν οἱ Ἰλιεῖς πᾶσι καὶ τούτοις

p.835
καὶ τῷ Αἴαντι. Ἡρακλέα δʼ οὐ τιμῶσιν αἰτιώμενοι τὴν ὑπʼ αὐτοῦ πόρθησιν. ἀλλʼ ἐκεῖνος μέν, φαίη τις ἄν, οὕτως ἐπόρθησεν ὥστʼ ἀπολιπεῖν τοῖς ὕστερον ἐκπορθήσουσι κεκακωμένην μέν, πόλιν δέ· διὸ καὶ οὕτως εἴρηκεν ὁ ποιητής
  1. Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.
[*](Hom. Il. 5.642) ἡ γὰρ χηρεία λιπανδρία τίς ἐστιν, οὐκ ἀφανισμὸς τέλειος· οὗτοι δʼ ἠφάνισαν τελέως, οἷς ἐναγίζειν ἀξιοῦσι καὶ τιμᾶν ὡς θεούς· εἰ μὴ τοῦτʼ αἰτιάσαιντο διότι οὗτοι μὲν δίκαιον πόλεμον ἐξήνεγκαν, ἐκεῖνος δὲ ἄδικον ἕνεχʼ ἵππων Λαομέδοντος. πρὸς τοῦτο δὲ πάλιν ἀντιτίθεται μῦθος· οὐ γὰρ ἕνεκα ἵππων, ἀλλὰ μισθοῦ ὑπὲρ τῆς Ἡσιόνης καὶ τοῦ κήτους. ἀλλʼ ἐάσωμεν ταῦτα· εἰς γὰρ μύθων ἀνασκευὰς ἐκπίπτει· τάχα δὲ λανθάνουσί τινες ἡμᾶς αἰτίαι πιστότεραι διʼ ἃς τοῖς Ἰλιεῦσιν ἐπῆλθε τοὺς μὲν τιμᾶν τοὺς δὲ μή. ἔοικε δὲ ὁ ποιητὴς μικρὰν ἀποφαίνειν τὴν πόλιν ἐν τῷ περὶ Ἡρακλέους λόγῳ, εἴπερ
  1. ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
  2. Ἰλίου ἐξαλάπαξε πόλιν.
[*](Hom. Il. 5.641) καὶ φαίνεται ὁ Πρίαμος τῷ τοιούτῳ λόγῳ μέγας ἐκ μικροῦ γεγονὼς καὶ βασιλεὺς βασιλέων, ὡς ἔφαμεν. μικρὸν δὲ προελθοῦσιν ἀπὸ τῆς παραλίας ταύτης ἐστὶ τὸ Ἀχαίιον ἤδη τῆς Τενεδίων περαίας ὑπάρχον.

τοιούτων δὲ τῶν ἐπὶ τῇ θαλάττῃ τόπων ὄντων ὑπέρκειται τούτων τὸ Τρωικὸν πεδίον μέχρι τῆς Ἴδης ἀνῆκον ἐπὶ πολλοὺς σταδίους κατὰ τὸ πρὸς ἕω μέρος. τούτου δʼ ἡ μὲν παρώρειός ἐστι στενή, τῇ μὲν ἐπὶ τὴν μεσημβρίαν τεταμένη μέχρι τῶν κατὰ Σκῆψιν τόπων, τῇ δʼ ἐπὶ τὰς ἄρκτους μέχρι τῶν κατὰ Ζέλειαν Λυκίων. ταύτην δʼ ὁ ποιητὴς ὑπʼ Αἰνείᾳ τάττει καὶ τοῖς Ἀντηνορίδαις, καλεῖ δὲ Δαρδανίαν. ὑπὸ δὲ ταύτῃ Κεβρηνία, πεδιὰς ἡ πλείστη, παράλληλός πως τῇ Δαρδανίᾳ· ἦν δὲ καὶ πόλις ποτὲ Κεβρήνη. ὑπονοεῖ δʼ ὁ Δημήτριος

p.836
μέχρι δεῦρο διατείνειν τὴν περὶ τὸ Ἴλιον χώραν τὴν ὑπὸ τῷ Ἕκτορι, ἀνήκουσαν ἀπὸ τοῦ ναυστάθμου μέχρι Κεβρηνίας· τάφον τε γὰρ Ἀλεξάνδρου δείκνυσθαί φησιν αὐτόθι καὶ Οἰνώνης, ἣν ἱστοροῦσι γυναῖκα γεγονέναι τοῦ Ἀλεξάνδρου πρὶν Ἑλένην ἁρπάσαι· λέγειν τε τὸν ποιητήν
  1. Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο,
[*](Hom. Il. 16.738) ὃν εἰκὸς εἶναι ἐπώνυμον τῆς χώρας ἢ καὶ πόλεως, ὅπερ πιθανώτερον· τὴν δὲ Κεβρηνίαν διήκειν μέχρι τῆς Σκηψίας, ὅριον δʼ εἶναι τὸν Σκάμανδρον μέσον αὐτῶν ῥέοντα· ἔχθραν δʼ ἀεὶ καὶ πόλεμον εἶναι τοῖς τε Κεβρηνοῖς καὶ τοῖς Σκηψίοις, ἕως Ἀντίγονος αὐτοὺς συνῴκισεν εἰς τὴν τότε μὲν Ἀντιγόνειαν νῦν δὲ Ἀλεξάνδρειαν· τοὺς μὲν οὖν Κεβρηνιέας συμμεῖναι τοῖς ἄλλοις ἐν τῇ Ἀλεξανδρείᾳ, τοὺς δὲ Σκηψίους ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἐπιτρέψαντος Λυσιμάχου.

ἀπὸ δὲ τῆς κατὰ τούτους τοὺς τόπους Ἰδαίας ὀρεινῆς δύο φησὶν ἀγκῶνας ἐκτείνεσθαι πρὸς θάλατταν, τὸν μὲν εὐθὺ Ῥοιτείου τὸν δὲ Σιγείου, ποιοῦντας ἐξ ἀμφοῖν γραμμὴν ἡμικυκλιώδη· τελευτᾶν δʼ ἐν τῷ πεδίῳ, τοσοῦτον ἀπέχοντας τῆς θαλάττης ὅσον τὸ νῦν Ἴλιον. τοῦτο μὲν δὴ μεταξὺ τῆς τελευτῆς τῶν λεχθέντων ἀγκώνων εἶναι, τὸ δὲ παλαιὸν κτίσμα μεταξὺ τῆς ἀρχῆς· ἀπολαμβάνεσθαι δʼ ἐντὸς τό τε Σιμοείσιον πεδίον διʼ οὗ ὁ Σιμόεις φέρεται, καὶ τὸ Σκαμάνδριον διʼ οὗ Σκάμανδρος ῥεῖ. τοῦτο δὲ καὶ ἰδίως Τρωικὸν λέγεται, καὶ τοὺς πλείστους ἀγῶνας ὁ ποιητὴς ἐνταῦθα ἀποδίδωσι· πλατύτερον γάρ ἐστι, καὶ τοὺς ὀνομαζομένους τόπους ἐνταῦθα δεικνυμένους ὁρῶμεν, τὸν ἐρινεόν, τὸν τοῦ Αἰσυήτου τάφον, τὴν Βατίειαν, τὸ τοῦ Ἴλου σῆμα. οἱ δὲ ποταμοὶ ὅ τε Σκάμανδρος καὶ ὁ Σιμόεις, ὁ μὲν τῷ Σιγείῳ πλησιάσας ὁ δὲ τῷ Ῥοιτείῳ, μικρὸν ἔμπροσθεν τοῦ νῦν Ἰλίου συμβάλλουσιν, εἶτʼ

p.837
ἐπὶ τὸ Σίγειον ἐκδιδόασι καὶ ποιοῦσι τὴν στομαλίμνην καλουμένην. διείργει δʼ ἑκάτερον τῶν λεχθέντων πεδίων ἀπὸ θατέρου μέγας τις αὐχὴν τῶν εἰρημένων ἀγκώνων ἐπʼ εὐθείας, ἀπὸ τοῦ νῦν Ἰλίου τὴν ἀρχὴν ἔχων συμφυὴς αὐτῷ, τεινόμενος δʼ ἕως τῆς Κεβρηνίας καὶ ἀποτελῶν τὸ Ε γράμμα πρὸς τοὺς ἑκατέρωθεν ἀγκῶνας.

ὑπὲρ δὲ τούτου μικρὸν ἡ τῶν Ἰλιέων κώμη ἐστίν, ἐν ᾗ νομίζεται τὸ παλαιὸν Ἴλιον ἱδρῦσθαι πρότερον, τριάκοντα σταδίους διέχον ἀπὸ τῆς νῦν πόλεως. ὑπὲρ δὲ τῆς Ἰλιέων κώμης δέκα σταδίοις ἐστὶν ἡ Καλλικολώνη, λόφος τις, παρʼ ὃν ὁ Σιμόεις ῥεῖ πενταστάδιον διέχων· γίνεται οὖν εὔλογον πρῶτον μὲν τὸ ἐπὶ τοῦ Ἄρεος

  1. ὦρτο δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος,
  2. ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
  3. ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
[*](Hom. Il. 20.51) τῆς γὰρ μάχης ἐπὶ τῷ Σκαμανδρίῳ πεδίῳ συντελουμένης πιθανῶς ἂν ὁ Ἄρης ἄλλοτε μὲν τὴν ἐγκέλευσιν ἀπὸ τῆς ἀκροπόλεως ποιοῖτο, ἄλλοτε δʼ ἐκ τῶν πλησίον τόπων τοῦ τε Σιμόεντος καὶ τῆς Καλλικολώνης, μέχρι οὗ εἰκὸς καὶ τὴν μάχην παρατετάσθαι· τετταράκοντα δὲ σταδίους διεχούσης τῆς Καλλικολώνης ἀπὸ τοῦ νῦν Ἰλίου, τί χρήσιμον ἐπὶ τοσοῦτον μεταλαμβάνεσθαι τοὺς τόπους ἐφʼ ὅσον ἡ διάταξις οὐ διέτεινε; τό τε
  1. πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι
[*](Hom. Il. 10.430) οἰκειότερόν ἐστι τῷ παλαιῷ κτίσματι· πλησίον γάρ ἐστι τὸ πεδίον ἡ Θύμβρα καὶ ὁ διʼ αὐτοῦ ῥέων ποταμὸς Θύμβριος, ἐμβάλλων εἰς τὸν Σκάμανδρον κατὰ τὸ Θυμβραίου Ἀπόλλωνος ἱερόν, τοῦ δὲ νῦν Ἰλίου καὶ πεντήκοντα σταδίους διέχει. ὅ τε ἐρινεός, τραχύς τις τόπος καὶ ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι ὑποπέπτωκεν, ὥστε τὸ
  1. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  2. ἀμβατός ἐστι πόλις καὶ
    p.838
    ἐπίδρομον ἔπλετο τεῖχος
[*](Hom. Il. 6.433) οἰκείως ἂν λέγοι ἡ Ἀνδρομάχη· τῆς δὲ νῦν πόλεως πάμπολυ ἀφέστηκε· καὶ ὁ φηγὸς δὲ μικρὸν κατωτέρω ἐστὶ τοῦ ἐρινεοῦ, ἐφʼ οὗ φησιν ὁ Ἀχιλλεύς
  1. ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον,
  2. οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
  3. ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν.
[*](Hom. Il. 9.352)

καὶ μὴν τό γε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας· ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τʼ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ· νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχος (ἢ οὐδʼ ἐγένετο, ὁ δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίν)· ἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάρρουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος· ἔστι γὰρ τὸ ναύσταθμον πρὸς Σιγείῳ, πλησίον δὲ καὶ ὁ Σκάμανδρος ἐκδίδωσι διέχων τοῦ Ἰλίου σταδίους εἴκοσιν. εἰ δὲ φήσει τις τὸν νῦν λεγόμενον Ἀχαιῶν λιμένα εἶναι τὸ ναύσταθμον, ἐγγυτέρω τινὰ λέξει τόπον ὅσον δώδεκα σταδίους διεστῶτα τῆς πόλεως, τὸ ἐπὶ θαλάττῃ πεδίον συμπροστιθείς --- διότι τοῦτο πᾶν πρόχωμα τῶν ποταμῶν ἐστι τὸ πρὸ τῆς πόλεως ἐπὶ θαλάττῃ πεδίον, ὥστε εἰ δωδεκαστάδιόν ἐστι νῦν τὸ μεταξύ, τότε καὶ τῷ ἡμίσει ἔλαττον ὑπῆρχε. καὶ ἡ διήγησις δʼ ἡ πρὸς τὸν Εὔμαιον ὑπὸ τοῦ Ὀδυσσέως διασκευασθεῖσα μέγα ἐμφαίνει τὸ διάστημα τὸ μέχρι τῆς πόλεως ἀπὸ τοῦ ναυστάθμου

  1. ὡς ὅθʼ ὑπὸ Τροίῃ λόχον ἤγομεν.
[*](Hom. Od. 14.469) φησὶ γὰρ ὑποβάς
  1. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν.
[*](Hom. Od. 14.496) ἐπί τε τὴν κατασκοπὴν πέμπονται
p.839
γνωσόμενοι, πότερον μενοῦσι παρὰ νηυσὶν ἀπόπροθεν πολὺ ἀπεσπασμένοι τοῦ οἰκείου τείχους
  1. ἠὲ πόλινδε
  2. ἂψ ἀναχωρήσουσι.
[*](Hom. Il. 10.209) καὶ ὁ Πολυδάμας
  1. ἀμφὶ μάλα φράζεσθε, φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι
φησίν
  1. ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
[*](Hom. Il. 18.254) παρατίθησι δʼ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα, τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος, πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πόλεμος συνέστη, καὶ --- τὸ Τρωικὸν πεδίον, ὃ μεταξὺ τῆς πόλεως καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει· τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός.

ὅ τε Πολίτης

  1. ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς,
  2. τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
[*](Hom. Il. 2.792) μάταιος ἦν. καὶ γὰρ εἰ ἐπʼ ἀκροτάτῳ, ὅμως ἀπὸ πολὺ ἂν μείζονος ὕψους τῆς ἀκροπόλεως ἐσκόπευεν ἐξ ἴσου σχεδόν τι διαστήματος, μὴ δεόμενος μηδὲν τῆς ποδωκείας τοῦ ἀσφαλοῦς χάριν· πέντε γὰρ διέχει σταδίους ὁ νῦν δεικνύμενος τοῦ Αἰσυήτου τάφος κατὰ τὴν εἰς Ἀλεξάνδρειαν ὁδόν. οὐδʼ ἡ τοῦ Ἕκτορος δὲ περιδρομὴ ἡ περὶ τὴν πόλιν ἔχει τι εὔλογον· οὐ γάρ ἐστι περίδρομος ἡ νῦν διὰ τὴν συνεχῆ ῥάχιν· ἡ δὲ παλαιὰ ἔχει περιδρομήν.