Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

καὶ ἡ Λάμψακος δʼ ἐπὶ θαλάττῃ πόλις ἐστὶν εὐλίμενος καὶ ἀξιόλογος, συμμένουσα καλῶς, ὥσπερ καὶ ἡ Ἄβυδος· διέχει δʼ αὐτῆς ὅσον ἑβδομήκοντα καὶ ἑκατὸν σταδίους· ἐκαλεῖτο δὲ πρότερον Πιτυοῦσσα, καθάπερ καὶ τὴν Χίον φασίν· ἐν δὲ τῇ περαίᾳ τῆς Χερρονήσου πολίχνιόν ἐστι Καλλίπολις· κεῖται δʼ ἐπʼ ἀκτῆς ἐκκειμένη πολὺ πρὸς τὴν Ἀσίαν κατὰ τὴν Λαμψακηνῶν πόλιν, ὥστε τὸ δίαρμα μὴ πλέον εἶναι τετταράκοντα σταδίων.

ἐν δὲ τῷ μεταξὺ Λαμψάκου καὶ Παρίου Παισὸς ἦν πόλις καὶ ποταμός· κατέσπασται δʼ ἡ πόλις, οἱ δὲ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον, Μιλησίων ὄντες ἄποικοι καὶ αὐτοί, καθάπερ καὶ οἱ Λαμψακηνοί. ὁ δὲ ποιητὴς εἴρηκεν ἀμφοτέρως, καὶ προσθεὶς τὴν πρώτην συλλαβήν

  1. καὶ δῆμον Ἀπαισοῦ,
[*](Hom. Il. 2.828) καὶ ἀφελών
  1. ὅς ῥʼ ἐνὶ Παισῷ
  2. ναῖε πολυκτήμων
[*](Hom. Il. 5.612) καὶ ὁ ποταμὸς νῦν
p.826
οὕτω καλεῖται. Μιλησίων δʼ εἰσὶ καὶ αἱ Κολωναὶ αἱ ὑπὲρ Λαμψάκου ἐν τῇ μεσογαίᾳ τῆς Λαμψακηνῆς· ἄλλαι δʼ εἰσὶν ἐπὶ τῇ ἐκτὸς Ἑλλησποντίᾳ θαλάττῃ, Ἰλίου διέχουσαι σταδίους τετταράκοντα πρὸς τοῖς ἑκατόν· ἐξ ὧν τὸν Κύκνον φασίν. Ἀναξιμένης δὲ καὶ ἐν τῇ Ἐρυθραίᾳ φησὶ λέγεσθαι Κολωνὰς καὶ ἐν τῇ Φωκίδι καὶ ἐν Θετταλίᾳ· ἐν δὲ τῇ Παριανῇ ἔστιν Ἰλιοκολώνη. ἐν δὲ τῇ Λαμψακηνῇ τόπος εὐάμπελος Γεργίθιον· ἦν δὲ καὶ πόλις Γέργιθα ἐκ τῶν ἐν τῇ Κυμαίᾳ Γεργίθων· ἦν γὰρ κἀκεῖ πόλις πληθυντικῶς καὶ θηλυκῶς λεγομένη αἱ Γέργιθες, ὅθενπερ ὁ Γεργίθιος ἦν Κεφάλων· καὶ νῦν ἔτι δείκνυται τόπος ἐν τῇ Κυμαίᾳ Γεργίθιον πρὸς Λαρίσῃ. ἐκ Παρίου μὲν οὖν ὁ γλωσσογράφος κληθεὶς ἦν Νεοπτόλεμος μνήμης ἄξιος, ἐκ Λαμψάκου δὲ Χάρων τε ὁ συγγραφεὺς καὶ Ἀδείμαντος καὶ Ἀναξιμένης ὁ ῥήτωρ καὶ Μητρόδωρος ὁ τοῦ Ἐπικούρου ἑταῖρος· καὶ αὐτὸς δʼ Ἐπίκουρος τρόπον τινὰ Λαμψακηνὸς ὑπῆρξε, διατρίψας ἐν Λαμψάκῳ καὶ φίλοις χρησάμενος τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει ταύτῃ, τοῖς περὶ Ἰδομενέα καὶ Λεοντέα. ἐντεῦθεν δὲ μετήνεγκεν Ἀγρίππας τὸν πεπτωκότα λέοντα, Λυσίππου ἔργον· ἀνέθηκε δὲ ἐν τῷ ἄλσει τῷ μεταξὺ τῆς λίμνης καὶ τοῦ εὐρίπου.

μετὰ δὲ Λάμψακον ἔστιν Ἄβυδος καὶ τὰ μεταξὺ χωρία, περὶ ὧν οὕτως εἴρηκε συλλαβὼν ὁ ποιητὴς καὶ τὴν Λαμψακηνὴν καὶ τῆς Παριανῆς τινα (οὔπω γὰρ ἦσαν αὗται αἱ πόλεις κατὰ τὰ Τρωικά)

  1. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο,
  2. καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην·
  3. τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος
φησίν
  1. ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  2. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
[*](Hom. Il. 2.835) οὕτω δʼ εἰπὼν ἔοικε τὸ βασίλειον ἀποφαίνειν τοῦ Ἀσίου τὴν Ἀρίσβην, ὅθεν ἥκειν αὐτόν φησιν
  1. ὃν Ἀρίσβηθεν φέρον
    p.827
    ἵπποι ποταμοῦ
  2. ἄπο Σελλήεντος.
οὕτω δʼ ἀφανῆ τὰ χωρία ταῦτά ἐστιν ὥστε οὐδʼ ὁμολογοῦσι περὶ αὐτῶν οἱ ἱστοροῦντες, πλὴν ὅτι περὶ Ἄβυδον καὶ Λάμψακόν ἐστι καὶ Πάριον, καὶ ὅτι ἡ πάλαι Περκώτη μετωνομάσθη ὁ τόπος.

τῶν δὲ ποταμῶν τὸν μὲν Σελλήεντά φησιν ὁ ποιητὴς πρὸς τῇ Ἀρίσβῃ ῥεῖν, εἴπερ ὁ Ἄσιος Ἀρίσβηθέν τε ἧκε καὶ ποταμοῦ ἄπο Σελλήεντος· ὁ δὲ Πράκτιος ποταμὸς μὲν ἔστι, πόλις δʼ οὐχ εὑρίσκεται, ὥς τινες ἐνόμισαν· ῥεῖ δὲ καὶ οὗτος μεταξὺ Ἀβύδου καὶ Λαμψάκου· τὸ οὖν

  1. καὶ Πράκτιον ἀμφενέμοντο
οὕτω δεκτέον ὡς περὶ ποταμοῦ, καθάπερ κἀκεῖνα
  1. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
[*](Hom. Il. 2.522) καὶ
  1. ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ ἔργʼ ἐνέμοντο.
[*](Hom. Il. 2.854) ἦν δὲ καὶ ἐν Λέσβῳ πόλις Ἀρίσβα, ἧς τὴν χώραν ἔχουσι Μηθυμναῖοι· ἔστι δὲ καὶ ποταμὸς Ἄρισβος ἐν Θρᾴκῃ, ὥσπερ εἴρηται, καὶ τούτου πλησίον οἱ Κεβρήνιοι Θρᾷκες. πολλαὶ δʼ ὁμωνυμίαι Θρᾳξὶ καὶ Τρωσίν, οἷον Σκαιοὶ Θρᾷκές τινες καὶ Σκαιὸς ποταμὸς καὶ Σκαιὸν τεῖχος καὶ ἐν Τροίᾳ Σκαιαὶ πύλαι· Ξάνθιοι Θρᾷκες, Ξάνθος ποταμὸς ἐν Τροίᾳ· Ἄρισβος ὁ ἐμβάλλων εἰς τὸν Ἕβρον, Ἀρίσβη ἐν Τροίᾳ· Ῥῆσος ποταμὸς ἐν Τροίᾳ, Ῥῆσος δὲ καὶ ὁ βασιλεὺς τῶν Θρᾳκῶν. ἔστι δὲ καὶ τῷ Ἀσίῳ ὁμώνυμος ἕτερος παρὰ τῷ ποιητῇ Ἄσιος
  1. ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο,
  2. αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
  3. ὃς Φρυγίην ναίεσκε ῥοῇς ἐπὶ Σαγγαρίοιο.
[*](Hom. Il. 16.717)

Ἄβυδος δὲ Μιλησίων ἐστὶ κτίσμα ἐπιτρέψαντος Γύγου τοῦ Λυδῶν βασιλέως· ἦν γὰρ ἐπʼ ἐκείνῳ τὰ χωρία καὶ ἡ Τρῳὰς ἅπασα, ὀνομάζεται δὲ καὶ ἀκρωτήριόν τι πρὸς Δαρδάνῳ Γύγας· ἐπίκειται δὲ τῷ στόματι τῆς Προποντίδος καὶ τοῦ Ἑλλησπόντου, διέχει δὲ τὸ

p.828
ἴσον Λαμψάκου καὶ Ἰλίου, σταδίους περὶ ἑβδομήκοντα καὶ ἑκατόν. ἐνταῦθα δʼ ἔστι τὸ ἑπταστάδιον ὅπερ ἔζευξε Ξέρξης, τὸ διορίζον τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν. καλεῖται δʼ ἡ ἄκρα τῆς Εὐρώπης Χερρόνησος διὰ τὸ σχῆμα, ἡ ποιοῦσα τὰ στενὰ τὰ κατὰ τὸ ζεῦγμα· ἀντίκειται δὲ τὸ ζεῦγμα τῇ Ἀβύδῳ. Σηστὸς δὲ ἀρίστη τῶν ἐν Χερρονήσῳ πόλεων· διὰ δὲ τὴν γειτοσύνην ὑπὸ τῷ αὐτῷ ἡγεμόνι καὶ αὕτη ἐτέτακτο, οὔπω ταῖς ἠπείροις διοριζόντων τῶν τότε τὰς ἡγεμονίας. ἡ μὲν οὖν Ἄβυδος καὶ ἡ Σηστὸς διέχουσιν ἀλλήλων τριάκοντά που σταδίους ἐκ λιμένος εἰς λιμένα, τὸ δὲ ζεῦγμά ἐστι μικρὸν ἀπὸ τῶν πόλεων παραλλάξαντι ἐξ Ἀβύδου μὲν ὡς ἐπὶ τὴν Προποντίδα, ἐκ δὲ Σηστοῦ εἰς τοὐναντίον· ὀνομάζεται δὲ πρὸς τῇ Σηστῷ τόπος Ἀποβάθρα, καθʼ ὃν ἐζεύγνυτο ἡ σχεδία. ἔστι δὲ ἡ Σηστὸς ἐνδοτέρω κατὰ τὴν Προποντίδα ὑπερδέξιος τοῦ ῥοῦ τοῦ ἐξ αὐτῆς· διὸ καὶ εὐπετέστερον ἐκ τῆς Σηστοῦ διαίρουσι παραλεξάμενοι μικρὸν ἐπὶ τὸν τῆς Ἡροῦς πύργον, κἀκεῖθεν ἀφιέντες τὰ πλοῖα συμπράττοντος τοῦ ῥοῦ πρὸς τὴν περαίωσιν· τοῖς δʼ ἐξ Ἀβύδου περαιουμένοις παραλεκτέον ἐστὶν εἰς τἀναντία ὀκτώ που σταδίους ἐπὶ πύργον τινὰ κατʼ ἀντικρὺ τῆς Σηστοῦ, ἔπειτα διαίρειν πλάγιον καὶ μὴ τελέως ἐναντίον ἔχουσι τὸν ῥοῦν. ᾤκουν δὲ τὴν Ἄβυδον μετὰ τὰ Τρωικὰ Θρᾷκες, εἶτα Μιλήσιοι. τῶν δὲ πόλεων ἐμπρησθεισῶν ὑπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς τῶν κατὰ τὴν Προποντίδα, ἐκοινώνησε καὶ ἡ Ἄβυδος τῆς αὐτῆς συμφορᾶς· ἐνέπρησε δὲ πυθόμενος μετὰ τὴν ἀπὸ τῶν Σκυθῶν ἐπάνοδον τοὺς νομάδας παρασκευάζεσθαι διαβαίνειν ἐπʼ αὐτὸν κατὰ τιμωρίαν ὧν ἔπαθον, δεδιὼς μὴ αἱ πόλεις πορθμεῖα παράσχοιεν τῇ στρατιᾷ. συνέβη δὲ πρὸς ταῖς ἄλλαις μεταβολαῖς καὶ τῷ χρόνῳ καὶ τοῦτο αἴτιον τῆς συγχύσεως τῶν
p.829
τόπων. περὶ δὲ Σηστοῦ καὶ τῆς ὅλης Χερρονήσου προείπομεν ἐν τοῖς περὶ τῆς Θρᾴκης τόποις. φησὶ δὲ τὴν Σηστὸν Θεόπομπος βραχεῖαν μὲν εὐερκῆ δέ, καὶ σκέλει διπλέθρῳ συνάπτειν πρὸς τὸν λιμένα, καὶ διὰ ταῦτʼ οὖν καὶ διὰ τὸν ῥοῦν κυρίαν εἶναι τῶν παρόδων.

ὑπέρκειται δὲ τῆς τῶν Ἀβυδηνῶν χώρας ἐν τῇ Τρῳάδι τὰ Ἄστυρα, ἃ νῦν μὲν Ἀβυδηνῶν ἔστι, κατεσκαμμένη πόλις, πρότερον δὲ ἦν καθʼ αὑτά, χρυσεῖα ἔχοντα ἃ νῦν σπάνιά ἐστιν, ἐξαναλωμένα, καθάπερ τὰ ἐν τῷ Τμώλῳ τὰ περὶ τὸν Πακτωλόν. ἀπὸ Ἀβύδου δʼ ἐπὶ Αἴσηπον περὶ ἑπτακοσίους φασὶ σταδίους, εὐθυπλοίᾳ δὲ ἐλάττους.

ἔξω δὲ Ἀβύδου τὰ περὶ τὸ Ἴλιον ἔστι, τά τε παράλια ἕως Λεκτοῦ καὶ τὰ ἐν τῷ Τρωικῷ πεδίῳ καὶ τὰ παρώρεια τῆς Ἴδης τὰ ὑπὸ τῷ Αἰνείᾳ. διττῶς δὲ ταῦτʼ ὀνομάζει ὁ ποιητής, τοτὲ μὲν οὕτω λέγων

  1. Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο,
[*](Hom. Il. 2.819) Δαρδανίους καλῶν, τοτὲ δὲ Δαρδάνους
  1. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί.
[*](Hom. Il. 8.173) εἰκὸς δʼ ἐνταῦθα ἱδρῦσθαι τὸ παλαιὸν τὴν λεγομένην ὑπὸ τοῦ ποιητοῦ Δαρδανίαν
  1. Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
  2. κτίσσε δὲ Δαρδανίην.
[*](Hom. Il. 20.215) νῦν μὲν γὰρ οὐδʼ ἴχνος πόλεως σώζεται αὐτόθι.

εἰκάζει δὲ Πλάτων μετὰ τοὺς κατακλυσμοὺς τρία πολιτείας εἴδη συνίστασθαι· πρῶτον μὲν τὸ ἐπὶ τὰς ἀκρωρείας ἁπλοῦν τι καὶ ἄγριον, δεδιότων τὰ ὕδατα ἐπιπολάζοντα ἀκμὴν ἐν τοῖς πεδίοις· δεύτερον δὲ τὸ ἐν ταῖς ὑπωρείαις, θαρρούντων ἤδη κατὰ μικρόν, ἅτε δὴ καὶ τῶν πεδίων ἀρχομένων ἀναψύχεσθαι· τρίτον δὲ τὸ ἐν τοῖς πεδίοις. λέγοι δʼ ἄν τις καὶ τέταρτον καὶ πέμπτον ἴσως καὶ πλείω, ὕστατον δὲ τὸ ἐν τῇ παραλίᾳ καὶ ἐν ταῖς νήσοις, λελυμένου παντὸς τοῦ τοιούτου

p.830
φόβου. τὸ γὰρ μᾶλλον καὶ ἧττον θαρρεῖν πλησιάζειν τῇ θαλάττῃ πλείους ἂν ὑπογράφοι διαφορὰς πολιτειῶν καὶ ἠθῶν, καθάπερ τῶν ἀγαθῶν τε καὶ τῶν ἀγρίων ἔτι πως ἐπὶ τὸ ἥμερον τῶν δευτέρων ὑποβεβηκότων. ἔστι δέ τις διαφορὰ καὶ παρὰ τούτοις τῶν ἀγροίκων καὶ μεσαγροίκων καὶ πολιτικῶν· ἀφʼ ὧν ἤδη καὶ ἐπὶ τὸ ἀστεῖον καὶ ἄριστον ἦθος ἐτελεύτησεν ἡ τῶν ὀνομάτων κατʼ ὀλίγον μετάληψις, κατὰ τὴν τῶν ἠθῶν ἐπὶ τὸ κρεῖττον μετάστασιν, παρὰ τὰς τῶν τόπων καὶ τῶν βίων μεταβολάς. ταύτας δὴ τὰς διαφορὰς ὑπογράφειν φησὶ τὸν ποιητὴν ὁ Πλάτων, τῆς μὲν πρώτης πολιτείας παράδειγμα τιθέντα τὸν τῶν Κυκλώπων βίον, αὐτοφυεῖς νεμομένων καρποὺς καὶ τὰς ἀκρωρείας κατεχόντων ἐν σπηλαίοις τισίν·
  1. ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
[*](Hom. Od. 9.109) φησίν, αὐτοῖς·
  1. τοῖσιν δʼ οὐκ ἀγοραὶ βουληφόροι, οὔτε θέμιστες·
  2. ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  3. ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  4. παίδων ἠδʼ ἀλόχων.
[*](Hom. Od. 9.112-114) τοῦ δὲ δευτέρου τὸν ἐπὶ τοῦ Δαρδάνου
  1. κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔπω Ἴλιος ἱρὴ
  2. ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,
  3. ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης
[*](Hom. Il. 20.216) τοῦ δὲ τρίτου ἐπὶ τοῦ Ἴλου τὸν ἐν τοῖς πεδίοις. τοῦτον γὰρ παραδιδόασι τοῦ Ἰλίου κτίστην, ἀφʼ οὗ καὶ τὴν ἐπωνυμίαν λαβεῖν τὴν πόλιν· εἰκὸς δὲ καὶ διὰ τοῦτο ἐν μέσῳ τῷ πεδίῳ τεθάφθαι αὐτόν, ὅτι πρῶτος ἐθάρρησεν ἐν τοῖς πεδίοις θέσθαι τὴν κατοικίαν
  1. οἱ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
  2. μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο.
[*](Hom. Il. 11.166) οὐδʼ οὗτος δὲ τελέως ἐθάρρησεν· οὐ γὰρ ἐνταῦθα ἵδρυσε τὴν πόλιν ὅπου νῦν ἔστιν, ἀλλὰ σχεδόν τι τριάκοντα σταδίοις ἀνωτέρω πρὸς ἕω καὶ πρὸς τὴν Ἴδην καὶ τὴν Δαρδανίαν κατὰ τὴν νῦν καλουμένην Ἰλιέων κώμην.
p.831
οἱ δὲ νῦν Ἰλιεῖς φιλοδοξοῦντες καὶ θέλοντες εἶναι ταύτην τὴν παλαιὰν παρεσχήκασι λόγον τοῖς ἐκ τῆς Ὁμήρου ποιήσεως τεκμαιρομένοις· οὐ γὰρ ἔοικεν αὕτη εἶναι ἡ καθʼ Ὅμηρον. καὶ ἄλλοι δὲ ἱστοροῦσι πλείους μεταβεβληκέναι τόπους τὴν πόλιν, ὕστατα δʼ ἐνταῦθα συμμεῖναι κατὰ Κροῖσον μάλιστα. τὰς δὴ τοιαύτας μεταβάσεις εἰς τὰ κάτω μέρη τὰς τότε συμβαινούσας ὑπολαμβάνω καὶ βίων καὶ πολιτειῶν ὑπογράφειν διαφοράς. ἀλλὰ ταῦτα μὲν καὶ ἄλλοτε ἐπισκεπτέον.

τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν τέως μὲν κώμην εἶναί φασι τὸ ἱερὸν ἔχουσαν τῆς Ἀθηνᾶς μικρὸν καὶ εὐτελές, Ἀλέξανδρον δὲ ἀναβάντα μετὰ τὴν ἐπὶ Γρανίκῳ νίκην ἀναθήμασί τε κοσμῆσαι τὸ ἱερὸν καὶ προσαγορεῦσαι πόλιν καὶ οἰκοδομίαις ἀναλαβεῖν προστάξαι τοῖς ἐπιμεληταῖς ἐλευθέραν τε κρῖναι καὶ ἄφορον· ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τῶν Περσῶν ἐπιστολὴν καταπέμψαι φιλάνθρωπον, ὑπισχνούμενον πόλιν τε ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον καὶ ἀγῶνα ἀποδείξειν ἱερόν. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Λυσίμαχος μάλιστα τῆς πόλεως ἐπεμελήθη καὶ νεὼν κατεσκεύασε καὶ τεῖχος περιεβάλετο ὅσον τετταράκοντα σταδίων, συνῴκισέ τε εἰς αὐτὴν τὰς κύκλῳ πόλεις ἀρχαίας ἤδη κεκακωμένας, ὅτε καὶ Ἀλεξανδρείας ἤδη ἐπεμελήθη, συνῳκισμένης μὲν ἤδη ὑπʼ Ἀντιγόνου καὶ προσηγορευμένης Ἀντιγονείας, μεταβαλούσης δὲ τοὔνομα· ἔδοξε γὰρ εὐσεβὲς εἶναι τοὺς Ἀλέξανδρον διαδεξαμένους ἐκείνου πρότερον κτίζειν ἐπωνύμους πόλεις, εἶθʼ ἑαυτῶν· καὶ δὴ καὶ συνέμεινε καὶ αὔξησιν ἔσχε, νῦν δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται καὶ ἔστι τῶν ἐλλογίμων πόλεων.

καὶ τὸ Ἴλιον δʼ ὃ νῦν ἔστι κωμόπολίς τις ἦν, ὅτε πρῶτον Ῥωμαῖοι τῆς Ἀσίας ἐπέβησαν καὶ ἐξέβαλον Ἀντίοχον τὸν μέγαν ἐκ τῆς ἐντὸς τοῦ Ταύρου. φησὶ

p.832
γοῦν Δημήτριος ὁ Σκήψιος, μειράκιον ἐπιδημήσας εἰς τὴν πόλιν κατʼ ἐκείνους τοὺς καιρούς, οὕτως ὠλιγωρημένην ἰδεῖν τὴν κατοικίαν ὥστε μηδὲ κεραμωτὰς ἔχειν τὰς στέγας· Ἡγησιάναξ δὲ τοὺς Γαλάτας περαιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴν πόλιν δεομένους ἐρύματος, παρὰ χρῆμα δʼ ἐκλιπεῖν διὰ τὸ ἀτείχιστον· ὕστερον δʼ ἐπανόρθωσιν ἔσχε πολλήν. εἶτʼ ἐκάκωσαν αὐτὴν πάλιν οἱ μετὰ Φιμβρίου Ῥωμαῖοι λαβόντες ἐκ πολιορκίας ἐν τῷ Μιθριδατικῷ πολέμῳ. συνεπέμφθη δὲ ὁ Φιμβρίας ὑπάτῳ Ὀυαλερίῳ Φλάκκῳ ταμίας προχειρισθέντι ἐπὶ τὸν Μιθριδάτην· καταστασιάσας δὲ καὶ ἀνελὼν τὸν ὕπατον κατὰ Βιθυνίαν αὐτὸς κατεστάθη κύριος τῆς στρατιᾶς, καὶ προελθὼν εἰς Ἴλιον, οὐ δεχομένων αὐτὸν τῶν Ἰλιέων ὡς λῃστήν, βίαν τε προσφέρει καὶ δεκαταίους αἱρεῖ· καυχωμένου δʼ ὅτι ἣν Ἀγαμέμνων πόλιν δεκάτῳ ἔτει μόλις εἷλε τὸν χιλιόναυν στόλον ἔχων καὶ τὴν σύμπασαν Ἑλλάδα συστρατεύουσαν, ταύτην αὐτὸς δεκάτῃ ἡμέρᾳ χειρώσαιτο, εἶπέ τις τῶν Ἰλιέων οὐ γὰρ ἦν Ἕκτωρ ὁ ὑπερμαχῶν τῆς πόλεως. τοῦτον μὲν οὖν ἐπελθὼν Σύλλας κατέλυσε, καὶ τὸν Μιθριδάτην κατὰ συμβάσεις εἰς τὴν οἰκείαν ἀπέπεμψε, τοὺς δʼ Ἰλιέας παρεμυθήσατο πολλοῖς ἐπανορθώμασι. καθʼ ἡμᾶς μέντοι Καῖσαρ ὁ θεὸς πολὺ πλέον αὐτῶν προὐνόησε ζηλώσας ἅμα καὶ Ἀλέξανδρον· ἐκεῖνος γὰρ κατὰ συγγενείας ἀνανέωσιν ὥρμησε προνοεῖν αὐτῶν, ἅμα καὶ φιλόμηρος ὤν· φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως, ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά, ἔπειτα καταθέντος εἰς νάρθηκα ὃν ηὗρεν ἐν τῇ Περσικῇ γάζῃ πολυτελῶς κατεσκευασμένον. κατά τε δὴ τὸν τοῦ ποιητοῦ ζῆλον καὶ κατὰ τὴν
p.833
συγγένειαν τὴν ἀπὸ τῶν Αἰακιδῶν τῶν ἐν Μολοττοῖς βασιλευσάντων, παρʼ οἷς καὶ τὴν Ἀνδρομάχην ἱστοροῦσι βασιλεῦσαι τὴν Ἕκτορος γενομένην γυναῖκα, ἐφιλοφρονεῖτο πρὸς τοὺς Ἰλιέας ὁ Ἀλέξανδρος· ὁ δὲ Καῖσαρ καὶ φιλαλέξανδρος ὢν καὶ τῆς πρὸς τοὺς Ἰλιέας συγγενείας γνωριμώτερα ἔχων τεκμήρια, ἐπερρώσθη πρὸς τὴν εὐεργεσίαν νεανικῶς· γνωριμώτερα δέ, πρῶτον μὲν ὅτι Ῥωμαῖος, οἱ δὲ Ῥωμαῖοι τὸν Αἰνείαν ἀρχηγέτην ἡγοῦνται, ἔπειτα ὅτι Ἰούλιος ἀπὸ Ἰούλου τινὸς τῶν προγόνων· ἐκεῖνος δʼ ἀπὸ Ἰούλου τὴν προσωνυμίαν ἔσχε ταύτην, τῶν ἀπογόνων εἷς ὢν τῶν ἀπὸ Αἰνείου. χώραν τε δὴ προσένειμεν αὐτοῖς καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἀλειτουργησίαν αὐτοῖς συνεφύλαξε καὶ μέχρι νῦν συμμένουσιν ἐν τούτοις. ὅτι δʼ οὐκ ἐνταῦθα ἵδρυται τὸ παλαιὸν Ἴλιον καθʼ Ὅμηρον σκοποῦσιν, ἐκ τῶν τοιῶνδε τεκμαίρονται. πρότερον δὲ ὑπογραπτέον τοὺς τόπους ἀπὸ τῆς παραλίας ἀρξαμένους ἀφʼ ἧσπερ ἐλίπομεν.