Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐν οἴνῳ ἀλήθεια: παρόσον οἱ οἴνῳ χρόμενοι τὰ ἀπὸ καρδίας λαλοῦσιν.

Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: δῆλον ἐπὶ τίνι. καὶ παρὰ Σοφοκλεῖ.

Εἰς κόλπον οὐ πτύει: ἐπὶ τῶν μεγαλαύχων.

Ἐν γῇ πένεσθαι μᾶλλον, ἢ πλουτοῦντα πλεῖν:

Εὐγενέστερος Κόδρου: ἀπὸ γὰρ Δευκαλίωνος ἦν καὶ ὑπὲρ τῆς πατρίδος ἀπέθανεν. Ὁμοία τῇ, Ἄξιος τῆς ἐν Ἄργει ἀσπίδος.

Ἐπ’ ὄνου πόκος: ἐπὶ τῶν εἰς ἀδύνατα ἀναβαλλομένων. Ἀπ’ ὄνου γὰρ οὐκ ἔστι πόκος.

Ἐς Κυνόσαργες, Ἐς ἀνηλίου πύλας: ἐπὶ τῶν ὁμοίων καὶ αὖται.

Ἐλευθεριώτερος Σπάρτης: διὰ τὸ ἀνυπότακτον καὶ γενναῖον φρόνημα. Διὸ οὐδὲ τειχισθῆναι λέγει τὴν Σπάρτην.

Ἔνθ’ οὔτε μίμνειν ἄνεμος, οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυςχρήστοις περιπεσόντων.

Ἔῤῥει τὰ καλά: ἐπὶ τῶν κακόν τι βουλομένων δηλῶσαι συντόμως. Ἱπποκράτης γὰρ ἡττηθεὶς Μινδάρῳ ταύτην ἔπεμψεν τὴν ἐπιστολήν.

Εὕρηκα ὃ οὐκ ἐζήτουν: ἐπὶ τῶν οἷς οὐκ ἤθελον περιπεσόντων.

Ἐχῖνος τὸν τόκον ἀναβάλλει: ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρόν ἐστι. Καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον· εἶθ’ ὕστερον τραχυτέρων τῶν τέκνων γινομένων ὀδυνηρότερον ἀπαλλάσσονται.

Ἐκ γεύματος γινώσκω: ἐπὶ τῶν ἐκ μικροῦ [πολλά] τινα καταλαμβανόντων, ὡς ἐπ’ οἴνου.

Εἰς Σκῶλον μήτ’ αὐτὸς ἴμεν, μήτ’ ἄλλῳ ἕπεσθαι: παραινετική. Τραχεῖα γὰρ ἡ Σκῶλος καὶ δύςβατος.

Ζαλεύκου νόμος: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς ἐνομοθέτησεν ὠμότερα. Ὁμοία καὶ, Τενέδιος πέλεκυς.

Ζεὺς κατεῖδε χρόνιος ἐπὶ διφθέρας: ἐπὶ τῶν βραδέως τιμωρουμένων. Λέγεται γὰρ τὸν Δία πάντα τὰ πραττόμενα εἰς διφθέρας ἀπογράφεσθαι.

Ζεὺς ἄγονος: ἐπὶ τῶν παράδοξα λεγόντων. Ὁ γὰρ Ζεὺς πολυγονώτατος.

Ζεῖ χύτρα, ζῇ φιλία: ἐπὶ τῶν διὰ τὸ δεῖπνον συνιόντων εἰς φιλίαν.

Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστέρων.

Ζωὴ πίθου: ἐπὶ τῶν ἐπιεικῶς καὶ μεπρίως καὶ ἀπραγμόνως βιούντων. Ἀπὸ Διογένους, ᾧ πίθος ἡδίστη διαγωγή.