Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐπειοῦ δειλότερος: ἐπὶ τῶν δειλῶν. Τοιοῦτος γὰρ Ἐπειός τις ἐγένετο.

Ἐπὶ τὰ Μανδραβόλου: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων. Ὁ γὰρ Μανδράβολος εὑρών ποτε θησαυρὸν πρόβατον χρυσοῦν ἀνέθηκε τοῖς θεοῖς, εἶτα ἐν τῷ δευτέρῳ ἀργυροῦν, εἶτα ἐν τῷ τρίτῳ χαλκοῦν.

Ἑρμῆς ἀμύητος: ἐπὶ τῶν μᾶλλον ἔν τισιν ἐμπείρων· χλευαστικὴ δὲ ἡ παροιμία. Ὁμοία τῇ· Βάλλ’ ἐς ἔχοντα τὴν ἐπιστήμην.

Εἰ καὶ λύκου ἐμνήσθης: ἐπὶ τῶν ὧν ἂν μνησθῶσιν ἐγγὺς παραγινομένων.

Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν ἐργασαμένων εὐτυχῶς λέγεται. Συμβαίνει γὰρ κοιμωμένων τῶν ἁλιέων τὸν κύρτον αἱρεῖν ἰχθύας.

Ἕλκων ἐφ’ αὑτὸν, ὥςτε Καικίας νέφος: ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς κακά.

Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος καταδικασθῇ.

Ἑστίᾳ θύει: ἐπὶ τῶν πολλὰ ἑστιώντων. Παρόσον οἱ ταύτῃ θύοντες οὐδὲν τῆς θυσίας ἐξέφερον. Ὁμοία τῇ, Αὐτῷ κανῷ κατέφαγε πάντα.

Ἑτερομόλιος δίκη: εἰς ἣν οἱ ἀντίδικοι οὐκ εἰςῆλθον.

Ἔφεσις: ἡ ἀπὸ τοῦ δικαστηρίου εἰς ἕτερον δικαστήριον μετάβασις.

Ἔξω βελῶν καθῆσθαι: παραινετικὴ ἡ παροιμία.

Εὐμεταβολώτερος κοθόρνου: ἐπὶ τῶν πᾶσιν ἐφαρμοζόντων. Ἔστι δὲ εἶδος ὑποδήματος ἐφαρμόζον τοῖς δυσὶ ποσίν. Ὁμοία τῇ, Ποικιλώτερος Ὕδρας. Καὶ, Εὔριπος ἄνθρωπος. Καὶ, Γύγου δακτύλιος.

Ἔλθοι ξένος, ὅστις ὀνήσει: Θετταλῶν καταστρέψας πόλεις ὁ Φίλιππος καὶ τοὺς ξένους πωλήσας, εἴρηκε τοῦτο.

Ἔφυγον κακὸν, εὗρον ἄμεινον: ἐπὶ τῶν μεταβολὴν κρείττονα οἰωνιζομένων· ἢ καὶ ἐπὶ τῶν παρελθόντων. Οἱ γὰρ παλαιοὶ εἰς ἀνάμνησιν τῆς πρώην ζωῆς ἐρχόμενοι ἔλεγον τοῦτο.

Εἰ μὴ πατὴρ ἦσθα: λείπει τὸ εἶπον ἄν σ’ οὐκ εὖ φρονεῖν. Παρὰ Σοφοκλεῖ.

Εὐρυβατεύεσθαι: ἐπὶ τῶν πονηρευομένων· εἷς γὰρ τῶν Κερκώπων Εὐρύβατος.

Ἐμπεδοκλέους ἔχθρα: ** Ὤμην δὲ, φησὶν [Λυσίας], ἐγὼ τοιαύτῃ φιλίᾳ συνηρμόσθαι σοι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἰσχῦσαι διαστῆσαι.

Ἐφέσια γράμματα: ἐπῳδαί τινες ἦσαν, ἅςπερ οἱ φωνοῦντες ἐνίκων ἐν παντί. Ταὐτὸ τῇ, Δαφνίνην φορῶ βακτηρίαν.

Εἰς τὸν λιμένα: ἀπὸ τῶν ἐν λιμένι ἐρεσσόντων, ἔξω δὲ ῥᾳθυμούντων.

Ἐπιχώριοι οὖρον ἴσασι: τὸν ἐπιτήδειον ἄνεμον. Ὁμοία τῇ, Ἀπὸ χοέως σπάσον.