Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων.

Ἀφύων τιμὴ: ἐπὶ τῶν ἐν μικροῖς παρ’ ἄλλων τιμωμένων.

Ἀνίπτοὶς χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τοῖς ἱεροῖς ἐγχειρούντων.

Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν· Τέλ λην γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνιᾳ κατέλιπὲ χάριω ἔχοντα.

Αἰθίοπα σμήχεις: δῆλον τὸ ποιοῦτον. Ὁμοῖα, Χύτραν ποικίλλεις, ὠὸν. τίλλεις.

Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυςαπονίπτοις ὀνείδε σιν ἐνεχομένων· ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν Αἴσωπον ὠργίσθη ὁ θεός.

Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ. μικρῶν. Ἐρωτώντων γὰρ τινῶν, τίνες κρείττους τῶν Ἑλλήνων; τοῦτο ἀντεφθέγξαντο· Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι.

Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: τοῦτό φασιν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν, φάσκουσαν αὐτὸν φιλεῖν παρὰ πάντας ἀνθρώπους.

Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων· οὐκ ᾄδουσι γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὅμοιον· Βάτραχος Σερίφιος ἐπὶ τῶν αὐτῶν, Οὐκ ᾄδουσι γὰρ οἱ ἐν Σερίφῳ βάτραχοι.

Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προςποιουμένων, οὐκ εἰδότων δέ. Ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον. Ὅθεν καὶ τοὺς ἀποῤῥήτων κοινωνοῦντας τοὺς περὶ ἅλα καὶ κύαμον ἔλεγον.

Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν τὰ ἀπόῤῥητα μυουμένων· οἱ γὰρ Ἀττικοὶ ἐν Ἐλευσῖνι ἐπετέλουν τὰ τῆς Δήμηπρος μυστήρια.

Αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς λανθανόντως κακόν τι ἐπισπωμένων. Εἴληπται δὲ ἐξ αἰτίας τοιαύτης· Κορίνθιοι αἶγα τῇ Ἥρᾳ ἔθυον· κρυψαμένων δέ τινων τὴν μάχαιραν, ἡ αἲξ τοῖς ποσὶ σκαλεύουσα ἀνέφηνεν. Ὅμοιον, Κορώνῃ τὸν σκορπίον, Κόνιν φυσᾷς,

Εὖ κείμενον κακὸν κινεῖς, Λέοντα νύσσεις, Ἀνάγυρον πινεῖς.

Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων. Χρησμὸς γὰρ ἐδόθη Λακεδαιμονίοις, ἄδακρυν μάχην νικῆσαι· ὅθεν οὐδὲ εἷς τηνικαῦτα τούτων ἀπέθανεν.

Ἀδράστεια Νέμεσις: ἐπὶ τῶν πρότερον δοκησάντων μὲν προβήσεσθαι τὸ πρᾶγμα καλῶς, ἀποσφαλέν των δέ. ἀπὸ Ἀδράστου τοῦ † Θήβαις στρατεύσαντος καὶ μεγάλως σφαλέντος. Τὸ αὐτὸ καὶ, Καδμεία νίκη.

Ἀδδηφάγον ἅρμα: ἐπὶ τῶν γαστριμάργων.

Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ κορύδου νεάζοντος. Ὅμοιον· Ῥόδον ἀνεμώνῃ συγκρίνεις, Καρκίνον δασύποδι, Θρίπας ἀετῷ, καὶ, Χελώνην πηγάσῳ.

Ἀκεσσαίου σελήνη: ἐπὶ τῶν εἰς χρόνον ἀναβαλλομένων

πρᾶξαί τι. Ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν, ἔλεγε διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ γένηται.

Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων· ἢ ἐπὶ τῶν ἀξίως τιμωμένων.

Αἰτναῖος κάνθαρος: ἐπὶ τῶν τῷ σώματι μεγάλων.

Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: δήλη ἡ παροιμία. Καὶ ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵενται.