Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν κινδύνοις ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος ἅλας ἄγοντος ἀποκαθευδήσαντος, συνέβη τὴν ἀντλίαν ἐπαναβῆναι καὶ τῆξαι τὸν ἅλα,

Ἄιδεις ὡς εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ὁμοίου.

Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἐξομοιοῦν ἑαυτὸν ἐν οἷς ἂν γένοιτο τόποις. Εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων· οὗτοι γὰρ ᾖ ἂν πλησιάσωσι πέτρᾳ, φόβου κατεπείγοντος, εἰς τὸ αὐτῆς εἶδος τὸ ἑαυτῶν μεταβάλλουσιν. Ὅμοιον, Πολύποδος πολυχρόου νόον ἴσχε.

Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς διηνεκῶς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος σκληρὸς, περὶ ὃν πονοῦντες οἱ γεωργοὶ οὐδὲν πορίζονται.

Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ τῷ ἑαυτῶν κακῷ. Ἀνάγυρος γάρ τις ἥρως ἐπιχώριος τοὺς γειτονοῦντας ἐκ βάθρων ἀνέτρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν.

Ἀντρώνιος ὄνος: ἐπὶ τῶν μεγάλων καὶ ἀγρίων καὶ ἀνενεργήτων. Ἐν Ἄντρωνι γὰρ, ὥς φησι Φερεκράτης, μεγάλοι ὄνοι ἐγένοντο. Ἀχαρνικοὶ ὄνοι: ἐπὶ τῶν αὐτῶν,

Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναντίως γενομένων ἢ λεγομένων. Οἷον, εἰ ὁ πόρνος τὸν σώφρονα λέγει πόρνον.

Ἀράβιος αὐλητής: ἐπὶ τῶν ἀεὶ λαλούντων. Μετῆκται δὲ ἀπό τινος Ἀραβίου αὐλητοῦ, ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.

Ἀρκάδας μιμούμενος: ἐπὶ τῶν ἄλλως πονούντων. Πολλὰ γὰρ οἱ Ἀρκάδες πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν πώποτε ἔσχον.

Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυ σιτελὲς ἐχόντων· πετρώδης γὰρ ἡ Σκῦρος.

Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαίοντων καὶ στάσεις ἐγειρόντων καὶ διαβολάς. Δηϊάνειρα γὰρ πέπλον πέμψασα Ἡρακλεῖ, τούτῳ διέφθειρεν αὐτόν.

Αἵμασι κλαίειν: καθ’ ὑπερβολὴν, οὐ δακρύοις, ἀλλ’ αἵματι κλαίειν.

Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων τινὰς νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων.

Αἱ Χάριτες γυμναί: ὅτι δεῖ ἀφειδῶς χαρίζεσθαι.

Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπὶ τοῖς ἁμαρτήμασι κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ἰδὼν ἐμαρτύρατο. Χρόνῳ δὲ οἱ λῃσταὶ θεώμενοι ἐν θεάτρῳ γεράνους ὑπεριπταμένους, Αἱ Ἰβύκου γέρανοι, ἔλεγον. Εἶτα ἁλόντες καὶ ἀνακριθέντες ἐκολάσθησαν.

Αὐτοὶ χελώνας ἔσθεθ’, οἵπερ εἵλετε: ἐπὶ τῶν ἐξ ἀβουλίας τι πραττόντων, εἶτα βοηθείας δεομένων. Ἁλιεῖς γὰρ χελώνην ἀνασπάσαντες ἐμέριζον· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τοῦτο ἐφθέγξατο.

Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκόων.

Αἰθέρα νήνεμον αἱρήσεις: ἐπὶ τῶν μάτην πονούντων.

Ἄϊδος κυνῆ: ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινος μηχανῆς. Τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾖ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν.

Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει: ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ’ ἀτελῶν ὄντων, καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν.