Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἐν τοῖς παλαιοῖς πατὴρ παίδων ὑπεργηράσας παραινῶν αὐτοῖς τὰ εἰκότα ἐκέλευσε καὶ δέσμην ῥάβδων ἐνεγκεῖν. Ἔφη δὲ τοῖς υἱοῖς· Πειραθῆτε, τέκνα, συνδεδεμένας τὰς ῥάβδους κατεάξαι. Οἱ δὲ οὐκ ἠδυνήθησαν. Μίαν δὲ ἑκάστην ἀποσπασθεῖσαν εὐχερῶς κατέκλασαν· Ἔφη δέ· Ὧ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε. ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάβδος.
Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου.