Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. Ἔγνω οὖν διὰ πραγμάτων αὐτοὺς πεῖσαι. Καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάβδους αὐτῷ κομίσαι. Ἐνεχθεισῶν δὲ τῶν ῥάβδων, λαβὼν ταύτας, ἐποίησεν αὐτὰς δέσμην μίαν, καὶ ἐκέλευσεν τοὺς παῖδας ἕνα ἕκαστον λαβεῖν τὴν δέσμην καὶ συνθλάσαι. Οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ῞Υστερον δὲ λύσας αὐτὰς ἔδωκεν ἀνὰ μίαν κλάσαι. Oἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. Τότε λέγει αὐτοῖς ὁ πατὴρ
αὐτῶν· Οὕτω καὶ ὑμεῖς, ὧ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι.Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις.