Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα.
Ὁ δὲ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβών, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτόν, ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκετι μνησικακεῖν, λαβὼν ἄρτον καὶ ἅλας, ἐθηκεν ἐν τῇ τρώγλῃ. Ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· Οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἡ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμβον τοῦ σοῦ τέκνου.Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἡ ἀμύνῃς ἐπιλανθάνεται ἐφʼ ὅσον βλέπει μνημόσυνον διʼ οὗ ἐλυπήθη.