Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας

καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον. Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν. Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, εὐθὺς ὁ ἀνὴρ καταδραμών ὀπίσω στερρῶς κατʼ αὐτοῦ τὸ ξίφος καταφέρει. Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. Ὅς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὁ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὀρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου βλέπων καθʼ ὥραν, οὐκέτι εἰρηνεύσεις.

Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἡ ἀμοιβῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.