Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γαλῆ δέ τις εὐπρεποῦς ἀνδρὸς ἠράσθη καὶ τὴν Ἀθηνᾶν τὴν θεὰν ἐδυσώπει τοῦ μεταβαλεῖν εἰς γυναικείαν θέσιν, ὅπως κάλλους τύχοι τοῦ τε ἐρωμένου. Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης, μετεβλήθη γε εἰς γυναικεῖον σχῆμα. Ταύτης ἀνὴρ δὲ προθύμως κατεσχέθη. Καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος,
μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης. Γῆς δὲ εὐθέως τῆν νυμφικὴν ῥιψάσης, τὸν μῦν διώκει ὑποκάτω κραββάτου.Ὅτι, κἂν βραχύ τις ἐν ὑποκρίσει μορφῶται, ἡ φύσις αὐτοῦ διʼ ἔρωτος ἐλέγχεται.