Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ τὸν ἐρώμενον καὶ ἄκοντα ταύτης ἐπιθυμῆσαι. Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὠς ὁ μῦθος ληρεῖ. Τοῦ δὲ γάμου ἔτι ἐμμένοντος, μῦν ἡ νύμφη ἐμβλέψασα τῆς ὀπῆς διακύψαντα, τῶν νυμφικῶν στολῶν ἐπελάθετο καὶ τῶν οἰκείων ἐθῶν ἐπεδράττετο, καὶ γαλῆ ἦν ἡ γαλῆ, τὸν μῦν μὲν κατατρέχουσα, τῶν δὲ ὑμεναίων ἐπιλελησμένη.

῞Οτι, κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ ἀμειβῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν.