Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Βοηλάτης ἄμαξαν ἧγεν εἰς κώμην. Τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, Δέον βοηθεῖν, ὅδε ἀργὸς είστήκει, Γῷ δὲ Ήρακλεῖ προσηύχετο μόνῳ Άπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. Αὐτὸς δʼ ἐπιστὰς εῖπε· Τῶν τρόχων ἄπτου Καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δʼ εὔχου, ῞Οταν τι ποιῇς καὐτὸς· μὴ μάτην εὔξῃ.

Βορέας καὶ Ἤλιος περὶ δυνάμεως ῆριζον. ῎Εδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι ὃς ἂν αὐτῶν ἄνθρωπον

ὁδοιπόρον ἀποδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὢν 〈ὁ Βορέας〉 τῷ Ήλίῳ αὐτὸν παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὖ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει.

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθα ἀνυτικώτερόν ἐστι. A liter.

βορρᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. Βορρᾶς δὲ πρῶτος βίᾳ τὸ ἱμάτιον φυσῶν ἤλπιζε συλήσειν. Ό δὲ ῥιγῶν καὶ κρατήσας ἀμφοτέραις χερσὶ τὸ ἱμάτιον, ἔβαλε τὴν κεφαλὴν ἔν τινι πέτρας ὀπῇ, τὴν ψόαν ἔξω ἐάσας. Ὁ δὲ Ἣλιος τὸ μὲν πρῶτον χλιάνας αὐτὸν τοῦ ψύχους, ἔπειτα τὴν φλόγα προσαγαγὠν ἔπεισεν ἱδρώσαντα τὸ ἱμάτιον ἀποδύσασθαι· οὖτως οὖν ἡττήθη ὁ Βορρᾶς.

῎Οτι πραοτέρως ἐπιχειρῶν τινι πράγματι μᾶλλον ἀνύσεις πείθων ἢ βιαζόμενος.