Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἐνέμοντο μετ᾽ ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπʼ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.

[῞Οτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.

Ἐνέμοντο τρεῖς μετʼ ἀλλήλων βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν ὁμόνοιαν ἐδειλία· αἰμύλοις δὲ λόγοις τούτους διαχωρίσας μεμονωμένους τούτων ἕνα καθ᾽ ἕνα εὑρὼν ἀδεῶς ἤσθιεν.

Τρεῖς ὁμοιότροποι ἐνέμοντο βόες.

Λέων δὲ τούτοις τοῦ φαγεῖν προσορμήσας δι᾽ ὁμόνοιαν οὐκ ἲσχυσεν οὐδʼ ὅλως. Τοὖ δὲ ὑπούλοις διαβάλλοντος λόγοις, ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων, καὶ τότ᾽ ἕκαστον εὑρὼν μεμονωμένον κατεσπάραξεν οἶς τρόποις ἠβουλήθη.

[῝Οτι] ὁ θέλων ζῆν ἀκινδύνως τοῖς μὲν ἐχθροῖς ἀπιστείτω, πιστευέτω δὲ τοῖς φίλοις.