Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Λέων σὺν ἀνθρώπῳ ὥδευον ὁμοῦ ἐν ὁδῷ. Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. Ὁ δὲ λέων· Δυνατώτερον ζῷον ὁ λέων. Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων· Ὁ δὲ λέων ἔφη· Εἰ ᾔδεσαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους 〈ἂν〉 εἶδες ὑποκάτω λεόντων.

Ὅτι εἰσί τινες 〈οἵ〉 ἐν οἷς οὐ δύνανται καυχῶνται μηδὲ δυναμένους.]

Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἧν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· Ορᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος.

Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.