Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ποτὲ ὥδευσε λέων ἅμα ἀνθρώπῳ. Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις. Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν. Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτʼ ἔφη· Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. Ὑπολαβὼν δὲ ὁ λέων οὕτως ἔφη· Ἐφ' ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.

Λέων ὁδεύων ποτὲ μετὰ ἀνθρώπου, ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις. Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη ἀνθρώπου ὃς λέοντα πατῶν εἰστήκει. Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση 〈πέλει〉. Ἔφη δʼ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, † πολλοὺς ἄν εἶδες ὄντας ἀνθρώπων λίθους. †

Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.