Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον· ὁ δὲ δὶς μὲν τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν. Ὡς

198
δʼ αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν χιτωνίσκον ἔκαυσεν.

Κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ, τρίτου πυρὸς μὴ δεηθῆναι.

Φιλάργυρός τις, ἅπασαν αὑτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ κατώρυξε, συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν· καὶ καθʼ ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. Τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. Μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθών καὶ κενὸν τὸν τόπον ἰδὼν, θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδών καὶ τὴν αἰτίαν πυθόμενος, ,,μή οὕτως“ εἶπεν ,,ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ, ἔχων τὸν χρυσὸν, εἶχες. Λίθον οὖν ἀντὶ χρυσοῦ λαβών θὲς, καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι. Τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γὰρ, οὐδʼ, ὅτε ὁ χρυσὸς ἠν, ἐν χρήσει ἦσθα τοῦ κτήματος.“

Ὀ μῦθος δηλοῖ, ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.

Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος, βῶλον χρυσοῦν ὠνήσατο, καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας, διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις, ὑπενόησε τὸ ἀληθές· ἀπαλλαγέντος οὖν αὐτοῦ τὸ χρυσίον ἀφείλετο. Ὁ δὲ ὡς ἐπανελθών εὗρε τὸν τόπον κενὸν, ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλεν. Ἰδών δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ τὴν αἰτίαν μαθών, ἔφη πρὸς αὐτόν· ,,μὴ λυποῦ, ἀλλὰ λαβών

199
λίθον ἐν τῷ αὐτῷ τόπῳ κατάθες, καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γὰρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.“

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ.

Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Τούτου χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο· καὶ οὖ πάλιν ἐσθίοντος, ἐγρηγόρει. Οὗτος ἐπέδῥιψψεν ὀστοῦν ταῦτα λαλῶν· ,,ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου· ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθύς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις.“

Ὁ μῦθος οὗτος τούς ὑπνώδεις καὶ ἀργώδεις καὶ εἰς ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει.

Χειμών ἔσκωψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθύς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλʼ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἂρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἤ καὶ ῥόδον τι, περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρʼ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. μἄγώ δʼ“ ἔφη ,, ἂρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα.“ ,,Τοιγαροῦν “ ἔφη τὸ ἔαρ ,,σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε

200
ὁνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται.

Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὸν εἶπεν· ,,ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται.“

Ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.

Χελιδὼν ἔφη πρὸς τὴν κορώνην· ,,ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ·“ προσέθηκε δὲ καὶ τοῦΤηρέως τὴν βίαν, καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη ἔφη· ,,τί ἂν ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου τμηθείσης τοσαῦτα λαλεῖς;“

Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες ψευδολογοῦντες ἑαυτοῖς ἔλεγχος καθίστανται.

Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις, μηδὲ δημοσιεύειν τὴν μουσικὴν, ἀλλʼ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τούς ποταμοὺς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἅ δὲ καὶ ᾄδοιεν, ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνομένους τὴν μουσικήν. ,,Ἡμῶν δὲ· ἔφασαν ,,εἰσὶν αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις, καὶ τὰ ἡμέτερα αὐτοῖς διηγούμεθα, ταῦτα δὴ [ταῦτα] τὰ ἀρχαῖα καὶ Ἀττικὰ, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν

201
ἐκτομὴν τῆς γλώττης, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.“ Οί δὲ μόλις μὲν αὐτὰς ήξίωσαν καὶ λόγον, τῆς ἀδολεσχίας μισήσαντες· ἐπεὶ δὲ ήξίωσαν· ,,ἀλλʼ ἡμῶν μὲν ἕνεκεν, ὧ αὗταί, κἄν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις, ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ ζεφύρῳ τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστʼ εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλʼ αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος, καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι, καὶ ᾀδούσας ἀποστρέφονται, καὶ μάλα ἐν δίκῃ, αἵγε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλʼ αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρύμεναι καὶ τὸ ἐφʼ ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;“

Ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδών αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν (τὸν ἰξὸν) ἐκκόψαι, εἰ δʼ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τούς ἀνθρώπους καταφυγεῖν, καὶ τούτους ἱκετεύσοι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. Τῶν δὲ ἐγκαλεσάντων αὐτῇ ὡς ματαιολογούσῃ, αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο· οἱ δʼ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει, καὶ σύνοικον αὐτοῖς προσλαβόμενοι, οὕτω συνέβη, τὰ λοιπὰ ὄρνεα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγον καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι.

Ὀ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τούς κινδύνους διακρούονται.

202

Χελιδὼν, ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα, παρῄνει φάσκουσα κράτιστον εἶναι, τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· ,,ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθʼ ἡμῶν.“ Ἡ μὲν οὖν χελιδὼν, ἀρίστην γνώμην ἔχουσα, ἀκίνδυνος ἐγένετο, ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐνίαις οἰκίαις τίκτουσα παρʼ ἀνθρώποις, οὐδὲν ὑπʼ αὐτῶν πάσχει κακόν. Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γίνεσθαι, καὶ μάλα δικαίως ὑπὸ ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι· οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετʼ ἀνθρώπων μένειν, ἀλλʼ ἐν ἀέρι πέτεσθαι.

Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἔν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.

Ξένη χελιδών, ἡ τοῖς ἀνθρώποις συνοικοῦσα, ἐν δικαστηρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ, κἀκεῖ γίνεται ἑπτὰ νεοττῶν μήτηρ. Ὄφις δὲ ἐκ τρώγλης συρεὶς τοὺς αὐτῆς κατέφαγε νεοττούς. Ἡ δὲ χελιδών θρηνοῦσα ἐκεκράγει· ,,οἴμοι τῇ ξένῃ, ὅτι ἔνθα πάντες δικαιοῦνται, μόνη ἔγωγε ήδίκημαι.“

Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς

203
νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης ,,μόνον ἅρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν;“ ὑποτυχοῦσα ἔφη· ,,ἀλλʼ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθοῦνται.“

Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν ὑφʼ ὧν ἢκιστα προσεδόκησαν πάσχωσι.

Χελώνη ἀετοῦ ἐδεῖτο, ἵπτασθαι αὐτὴν διδάξαι. Τοῦ δὲ παραινοῦντος, πόῤῥω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαβών οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκών, εἶτʼ ἀφῆκεν. Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη.

Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν φιλονεικίαις, τῶν φρονιμωτέρων παρακούσαντες, ἑαυτούς ἔβλαψαν.

Χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἢριζον· καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. Ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου, πεσὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο, ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ τὴν βραδύτητα, οὐ διἐλιπε τρέχουσα, καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα εἰς τὸ βραβεῖον τῆς νίκης ἀφίκετο.

Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις φύσιν ἀμελοῦσαν ὁ πόνος ἐνίκησε.

Ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας· ἡ δὲ

204
ἔφη· ,,ἐγὼ σὲ τὸν ταχύν ἐν τοῖς ποσὶ νικήσω.“ Ὁ δέ ,,λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ γνώσῃ. Τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην;“ Ἀλώπηξ δʼ ἡ δικαία καὶ σοφωτάτη ἔταξεν ὀδὸν τῶν δρόμων τὴν εὐθεῖαν. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἢρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὐτῆς ἀφορῶσα δυσκίνητον. Ὁ δὲ λαγωὸς, θαδῥῶν τοῖς ποσὶν, ἐκοιμήθη· καὶ ἐλθών ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην.

Ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ, τῇ δὲ συντομιᾳ τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ, νικῶσιν.

Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. Τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν.

Ὁ μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.

Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· ,,μακρόθεν μου κολύμβα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψψαύσῃς, κατακλῶμαι, κἂν [τε] ἐγὼ μὴ θέλω σοι προσψαῦσαι.“

“Οτι ἐπισφαλής ἐστι βίος πένητι, δυναστοῦ ἂρχοντος πλησίον παροικοῦντος.

Ψττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι· ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας

205
ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· ,,ὁ δεσπότης με νεωστὶ ἐπρίατο.“ ,,Οὐκοῦν, ἰταμώτατε ζώων,“ ἔφη ,,πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλʼ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με.“ Ὁ δὲ ἀπεκρίνατο λέγων· ,,οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ καὶ ἐπὶ τῇ σῇ.“

Ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα.

ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν· ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. Τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις;“

Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλʼ ἐπὶ τῶν ἀναγκαίων.

Ψύλλα ποτὲ πηδήσασα, ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλητοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. Ὁ δὲ ἀκροχολήσας ηὐτρέπισε τούς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην· ἡ δὲ ἀφʼ ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα, ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὅς στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός;“

Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα εὐθύς τούς θεούς ἐπικαλεῖσθαι, ἀλλʼ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.