Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν. Εἶτα ἀναλαβὼν αὖ- θις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· ,,ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατὸν, ἐμοῦ δὲ οὐ γεύσεσθε.“

Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ, καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ· ,,διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς σοῖς ὕδασι, καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους;“ Ἡ δὲ θάλασσα ἰδοῦσα, ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς· ,,μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἀλμυροι.“

Οὗτος ὁ μῦθος ποριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους τινὰς, καὶ παρʼ αὐτῶν μᾶλλον ὠφελουμένους.