Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν. Ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφοθέντα τῶν συννόμων, ὤσαντο ἐπʼ αὐτὸν ἄμφω· ἦν δʼ ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις. Ἐρωτᾷ ὁ ἀμνὸς, τίς ὢν ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτὰ καὶ ἀμφοῖν τὴν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι, λέγων πρὸς τὸν μάγειρον· ,,σὺ μὲν γὰρ

185
δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δʼ ἐξαρκέσειεν ἂν καλῶς τὰ ἡμέτερα ἔθη.“

Ποιμὴν ἐλάσας τὰ πρόβατα εἰς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱμάτιον ἐπὶ ταύτην ἀνέβη, καὶ τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους, ἔλαθε διαῤῥήξαντα καὶ τὸ ἱμάτιον. Ὁ δὲ ποιμὴν καταβὰς, ὡς ἐθεάσατο τὸ γεγονὸς, εἶπεν· ,,ὦ κάκιστα ζῶα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτα παρέχετε, ἐμοῦ δὲ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε.“

Οὕτως καὶ τῶν ἀνθρώπων πολλοὶ, διʼ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες, κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.