Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ποιμὴν, ἔχων κύνα παμμεγέθη, τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. Καὶ δὴ ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ, εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, ὃ θέλεις σύ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.“

Πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ δὲ κατὰ νοῦν βουλευόμενον.

Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης

183
ἵστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν· καὶ ὁμαλίζων αὐτὸν εἶπεν· ,,καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις.“

Ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν.