Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ποιμιὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων,

182
ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνόν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι· διόπερ πωλήσας αὑτοῦ τὰ πρόβατα καὶ φοίνικας ἀγοράσας, ναῦν ἐμφορτωσάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσας αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. Μετʼ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσ- σης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαι- νοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· ,,ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ.

Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνε- ται μαθήματα.

Μάνδρας εἴσω πρόβατα ποιμὴν εἰσάγων, λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ κύων ἰδὼν τοῦτον εἶπε πρὸς τὸν ποιμένα· ,,πῶς, τὰ πρόβατα σῶσαι θέλων, τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;

Ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε προσφέρειν ἡ τῶν κακῶν συνουσία.