Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν, εἴ γε καταφυ- γοῦσα ἐπʼ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο καὶ τοῦ προκειμένου. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“

Οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

17

Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἐπί τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι, καὶ οὐκ ἡδύνατο· ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· ,,ὄμφακές εἰσιν.“

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν, τοὺς καιροὺς αἰτιῶνται.