Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν· ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα εἰσήκουσε αὐτῆς τῶν στεναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο

16
τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα, ἔφη πρὸς αὐτήν· ,,ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἄν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.“

Ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

Ἀλώπηξ λιμώττουσα ἐν πήρᾳ ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς, καὶ διὰ τοῦτο μὴ δυναμένης ἐξελθεῖν τῆς καλύβης, ἔστενε καὶ ἐπωδύρετο. Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στε- ναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο, διʼ ἣν αἰτίαν τοῦτο ποιεῖς; Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· ,,ἀλλὰ μένε τέως ἐνταῦθα σὺ, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες.“

Ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.