Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Μεθύων λύχνος [ἐν] ἐλαίῳ καὶ φέγγων, ἐκαυχᾶτο, ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· „φαῖνε λύχνε καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει.“

Ὅτι οὐ δεῖ τινα ἐν τοῖς λαμπροῖς καὶ τῇ δόξῃ τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηται, ξένα τυγχάνει.

Μάντις, ἐπʼ ἀγορᾶς καθήμενος, διελέγετο. Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ

140
δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος „ὦ οὖτος,“ εἶπεν „ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“

Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους.