Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λύκος, ἀκολουθῶν ποίμνῃ προβάτων, οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατʼ ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδʼ ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ
Οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.
Λύκος, ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων, ἐβέβλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραῤῥέοντος αὐτῷ ποταμοῦ κομίσαι.„ Εἰ γὰρ σύ μοι“ φησὶ ,, δώσεις ποτὸν, ἐγὼ τροφὴν ἐμαυτῷ εὑρήσω Τὸ δὲ ὑποτυχὸν ἔφη· „ἀλλʼ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ.“
Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον, διʼ ὑποκρίσεως ἐνεδρεύοντα.