Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος

113
ἐπιστραφεὶς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· „ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἄν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπʼ ἐμοῦ καρδίαν εἴληφας, ἀλλʼ ἐμοὶ καρδίαν δέ- δωκας.“

Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι, μεῖζον κρέας ἔχουσαν· διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη δʼ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι μηδὲ ἦν, τοῦ δʼ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.

Πρὸς ἂνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.