Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον διʼ οἰκείαν δῆθεν ἀσθένειαν. Στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· „οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.“
Ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.
Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δʼ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θύσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. „Νῦν μὲν γὰρ“ φησὶ „λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι.“ Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθʼ ἡμέρας δʼ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνήσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· „ἀλλʼ, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς.“
Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.