Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον
106
γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν Κορώνη, φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπʼ αὐτῶν μαρτυρεῖσθαι, ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἐκεκράγει· τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· ,,ἀλλʼ ἀπίω- μεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰω- νὸν οὐκ ἔχει.“
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.