Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Κορυδαλλὸς, εἰς πάγην ἁλοὺς, θρηνῶν ἔλεγεν· „οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινὸς, οὐκ ἂργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν.“
Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.
Κορυδαλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, ὃς παῖδας εἶχε ληίου κόμῃ θρέψας λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων, ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε· „νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω.“ καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουσεν αὐτοῦ τῷ τε πατρὶ μηνύει, σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. ὁ δʼ εἶπεν· „οὔπω καιρός ἐστι νῦν φεύγειν ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει.“ ὡς δʼ αὖθις ἐλθών ἡλίου δʼ ὑπʼ ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας, μισθὸν μὲν ἀμητῆρσιν αὔριον πέμψειν, μισθὸν δὲ πᾶσι δραγματηφόροις δώσειν εἶπεν, κορυδαλὸς παισὶ νηπίοις οὕτως· „νῦν ἔστιν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν, ὅτʼ αὐτὸς αὑτῷ κοὐ φίλοισι πιστεύει.“
Ὁ μῦθος διδάσκει ἡμᾶς ἐμπιμελεῖσθαι τῶν οἰκείων, ὅση δύναμις, καὶ μὴ καταφρονεῖν, θαῤῥοῦντας ταῖς τῶν φίλων συνδρομαῖς.