Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι λάχανα ἐπυνθάνετο αὐτοῦ, διʼ ἣν αἰτίαν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεὰ, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα· κἀκεῖνος ἔφη· „ἡ γ τῶν μὲν μήτηρ, τῶν δὲ μητρυιά ἐστι.“
Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσι.
Ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρδείαν ποιούμενον, ἔφη πρὸς αὐτόν· ,,πῶς τὰ μὲν ἄγρια φυτὰ, μήτε φυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται;“ Ὁ δὲ κηπουρὸς ἀντέφησεν, „ὡς τὰ ἄγρια τῶν φυτῶν μόνῃ τῇ θείᾳ προνοίᾳ ἐφορᾶται, τὰ δὲ ἥμερα ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται.“
Ὁ λόγος δηλοῖ, ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.