Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὁ κάστωρ ζῶόν ἐστι τετράπουν, ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπʼ ἀνθρώπων διωκόμενος καταλαμβάνηται, γινώσκων, οὐ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας, καὶ οὕτω σωτηρίας τυγχάνει.
Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.
Κεραμεύς τις ἔπλαττε πολλὰς ὄρνεις ἐν τῷ ἐργαστηρίῳ. Ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνέτρεψε τὰς ὄρνιθας, καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψε σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἢγαγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος παρὰ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγεν „ὄνου παρακύψεως.“