Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Κάμηλος ποταμὸν διέβαινεν ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ, καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὑτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος, εἶπε· „τί τοῦτο; τὰ ἐξόπισθέν μου ἔμπροσθέν μου ὁρῶ διερχόμενα.“ Τῇ πόλει, ἧς ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων, ἁρμόζει ὁ μῦθος.

Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχεῖσθαι, εἶπεν· „ἀλλʼ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα.“

93

Ὁλόγος ἁρμόδιος πρὸς ἄνδρα, ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντα.