Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρων τοὺς καλάμους ἀσινεῖς διαμένοντας, ἐπυνθάνοντο αὐτῶν, πῶς καὶ τίνι τρόπῳ αὐτὰ μὲν, ἰσχυρὰ

92
καὶ ἐμβριθῆ ὄντα, οὕτως κατακλᾶται, οἱ δὲ, λεπτοὶ καὶ ἀσθενεῖς ὄντες, οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν· „ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων προσβολῇ, καὶ οὕτως τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ, πεποιθότες τῇ ἰδίᾳ δυνάμει, ἀντιστῆναι πειρᾶσθε, καὶ διὰ τοῦτο κατεάσσεσθε.“

Ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερόν ἐστι.

Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δὲ χρόνου προϊόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάῤῥησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν τὸ ζῶον ὡς χολὴν οὐκ ἔχει, εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν δεδώκασιν.

Ὁ λόγος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια μεγάλως καταπραΰνει.