De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Νεῖλος ποταμός ἐστι τῆς Αἰγύπτου κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκαλεῖτο δὲ τὸ πρότερον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος ὕστερον δὲ Αἴγυπτος ἐπεκλήθη διʼ σἰτίαν τοιαύτην. Αἴγυπτος, Ἡφαίστου καὶ Λευκίππης παῖς, βασιλεὺς ὑπῆρχεν τῶν τόπων· διʼ ἐμφύλιον. δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου καὶ λιμῷ συνεχομένων τῶν ἐγχωρίων, ἔχρησεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κακῶν ὁ τύραννος τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης ὁ Αἴγυπτος διʼ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔροιψεν εἰς ποταμὸν Μέλανα· ὃς ἀπ᾿ αὐτοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος διʼ αἰτίαν τοιαύτην. Γαρμαθώνη, τῶν κατʼ Αἴγυπτον βασίλισσα τόπων, ἀποβαλοῦσα τὸν υἱὸν αὐτῆς Χρυσοχόαν, ἐν ἀκμῇ ἔφηβον, μετὰ τῶν οἰκετῶν ἐθρήνει συμπαθῶς τὸν προειρημένον. Ἴσιδος δὲ αἰφνιδίως ἐπιφανείσης, τὴν λύπην πρὸς καιρὸν ὑπερέθετο, καὶ προσποιητήν χαρὰν σκηψαμένη τὴν θεὸν ὑπεδέξατο φιλανθρώπως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασθαι βουλομένη τῆς εὐσεβείας Ὀσίριδι παρεκέλευσεν, ὅπως ἀναγάγῃ τὸν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τούτου δὲ ταῖς δεήσεσι τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσιν Φοβερὸν, ὑλάκτησεν· Νεῖλος δʼ ὁ τῆς Γαρμαθώνης ἀνὴρ αἰφνιδίως ἔνθεος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον, ὃς ἀπʼ αὐτοῦ Νεῖλος μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κυάμῳ παρόμοιος, ἃν ἐὰν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι ποιεῖ δὲ ἄριστα πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ αὐτὸν προστεθῆναι ταῖς ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον. Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, κόλλωτες καλούμενοι τούτους κατὰ τὴν ἀσέβειαν --- τοῦ Νείλου συλλέγουσαι χελιδόνες

655
κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος, ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι τὴν χώραν, καθὼς ἱστορεῖ Θράσυλος ἐν τοῖς Αἰγυπτιακοῖς.

3. Παράκειται δὲ αὐτῷ ὄρος, Ἄργιλλον καλούμενον ἀπ᾿ αἰτίας τοιαύτης. Ζεὺς δι᾿ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου πόλεως Κρητικῆς Ἄργην νύμφην ἁρπάσας ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον --- καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασεν· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους τοῖς ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξεν νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων, ὃς τὴν χώραν ἀπ᾿ αὐτοῦ Πανίαν μενωνόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν, καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγ´ Ἰβηρικῶν.