De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

4. Παράκειται δ᾿ αὐτῷ ὄρος, τῇ διαλέκτῳ τῶν ἐνοικούντων προσαγορευόμενον Βριξάβα, ὅπερ μεθερμηνευόμενον Κριοῦ μέτωπον· ὠνομάσθη δὲ διὰ τοιαύτην αἰτίαν. Φρίξος ἀποβαλὼν παρὰ τὸν Εὔξεινον πόντον Ἕλλην, τὴν ἀδελφὴν, καὶ διὰ τὰ δίκαια τῆς φύσεως συγκεχυμένος, ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς κατέλυσεν. Βαρβάρων δέ τινων θεασαμένων αὐτὸν καὶ μεθʼ ὅπλων ἀναβαινόντων, ὁ χρυσόμαλλος κριὸς προκύψας καὶ ἰδὼν τὸ πλῆθος τῶν ἐπερχομένων, ἀνθρωπίνη φωνῇ χρησάμενος διεγείρει τὸν Φρίξον ἀναπαυόμενον, καὶ ἀναλαβὼν τὸν προειρημένον μέχρι Κόλχων εἰσήνεγκεν. Ὁ δὲ λόφος ἀπὸ τοῦ συγκυρήματος Κριοῦ μέτωπον προσηγορεύθη.

5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων φρίξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστιν μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται μάλιστα δὲ φύεται παρὰ τὸ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δʼ ἐστὶ ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας, καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν β΄ Σκυθικῶν.

1. Θερμώδων ποταμός ἐστι τῆς Σκυθίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ τοῦ συγκυρήματος ἐκαλεῖτο δὲ πρότερον Κρύσταλλος· ἐκεῖνος γὰρ καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγούσης· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. ---