De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Σάγαρις ποταμός ἐστι τῆς Φρυγίας· προσηγορεύετο δὲ πρότερον Ξηροβάτης ἀπὸ τοῦ συγκυρήματος· τῷ γὰρ θερινῷ καταστήματι ξηρὸς ὁρᾶται πολλάκις· ἐκλήθη δὲ Σάγαρις διʼ αἰτίαν τοιαύτην. Σάγαρις, Μύγδονος καὶ Ἀλεξιρρόης παῖς, τὰ μυστήρια τῆς μητρὸς τῶν θεῶν ἐξουθενίζων, τοὺς ἱερεῖς καὶ Γάλλους αὐτῆς ὕβρισεν. Ἡ δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν τῷ προειρημένῳ μανίαν ἐνέσκηψεν. Ὁ δὲ τῶν φρονίμων λογισμῶν ἐκστὰς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Ξηροβάτην, ὃς ἀπʼ αὐτοῦ Σάγαρις μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος αὐτόγλυφος καλούμενος εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦτον τὸν λίθον σπανίως εὑρισκόμενον ἐὰν εὕρῃ τις τῶν ἀποτεμνομένων, οὐ ξενίζεται, ἀλλʼ εὐψύχως φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν, καθὼς ἱστορεῖ Ἀρετάδης ἐν τοῖς Φρυγιακοῖς.

3. Παράκειται δέ αὐτῷ ὄρος Βαλληναῖον καλούμενον ὅπερ ἐστὶ μεθερμηνευόμενον βασιλικόν, τὴν προσηγορίαν ἔχον ἀπὸ Βαλληναίου τοῦ Γανυμήδους καὶ Μηδησιγίστης παιδός. Οὗτος γὰρ τὸν γεννήσαντα θεασάμενος ἀποτηκόμενον, τοῖς ἐγχωρίοις --- καὶ Βαλληναῖον ἑορτὴν κατέδειξε μέχρι νῦν καλούμενον.

4. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθεν νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν τοῦ φθινοπώρου τὴν ἀρχήν λαμβάνοντος προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴν, ὅπερ μεθερμηνευόμενόν ἐστι βασιλεὺς, καθὼς ἱστορεῖ Ἑρμησιάναξ Κύπριος ἐν β΄ Φρυγιακῶν.