De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Σκάμανδρος ποταμός ἐστι τῆς Τρωάδος. Ἐκαλεῖτο δὲ πρότερον Ξάνθος, μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Σκάμανδρος, Κορύβαντος καὶ Δημοδίκης παῖς, τῶν τῆς Ῥέας μυστηρίων τελουμένων αἰφνιδίως τὴν θεὰν θεασάμενος, ἐμμανὴς ἐγένετο καὶ μεθʼ ὁρμῆς ἐπὶ Ξάνθον τὸν ποταμὸν ἐνεχθεὶς, ἑαυτὸν εἰς τοῦτον ἔβαλεν, ὃς ἀπʼ αὐτοῦ Σκάμανδρος μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη σεῖστρος καλουμένη, παραπλήσιος ἐρεβίνθῳ, κόκκους δὲ ἔχει σειομένους, ὅθεν τὴν προσηγορίαν ἔλαβεν· ταύτην οἱ κατέχοντες οὔτε φαντασίαν οὔτε θεὸν ὀφθέντα φοβοῦνται, καθὼς ἱστορεῖ Δημόστρατος ἐν β΄ περὶ Πσταμῶν.

3. Παράκειται δʼ αὐτῷ ὄρος Ἴδη, τὸ πρότερον δὲ ἐκαλεῖτο Γάργαρον, ὅπου Διὸς καὶ Μητρὸς θεῶν βωμοὶ τυγχάνουσιν. Ἴδη δὲ μετωνομάσθη διʼ αἰτίαν τοιαύτην. Αἰγέσθιος, ὁ γεννηθεὶς ἐκ τοῦ Διὸς φορου κόρης Ἴδης ἐρασθεὶς συνῆλθε τῇ προειρημένῃ καὶ ἐγέννησεν ἐξ αὐτῆς τοὺς εἰρημένους Ἰδαίους Δακτύλους. Γενομένης δʼ αὐτῆς ἄφρονος ἐν τῷ τῆς Ῥέας ἀδύτῳ Αἰγέσθιος εἰς τιμὴν τῆς προειρημένης τὸ ὄρος Ἴδην μετωνόμασεν.

4. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κρύφιος, ὃς μόνοις τοῖς μυστηρίοις τῶν θεῶν φαίνεται, καθὼς ἱστορε Ἡράκλειτος Σικυώνιος ἐν β΄ περὶ Λίθων.