Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Ὁ δὲ Θ. τοὺς ἀγρίους ἀλεκτρυόνας φησὶν ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων. Λέγει δὲ καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας. (Athenae. 9, p. 391.)
Ἰχθῦς ἱστορεῖ Θ. ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφειευ
θῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑέλων ἢ κεραμεῶν σωμάτων. (Plut. de primo frig. p. 952.)Θ. ἐν τῇ πρὸς Φανίαν ἐπιστολῇ καὶ ὄνον φησὶν (iulum) καλεῖσθαι. (Schol. ad Apollon. Rhod. Argon. I, v. 972.)
Λέγει δὲ Θ. ἐκβὰλῶν τὸν μῦθον καὶ Σεριφίους τῆς ἀλαζονείας παραλύων τὴν τοῦ ὕδατος ψυχρότητα αἰτίαν εἶναι τῆς ἀφωνίας τῶν προειρημένων (ranarum in Seripho). (Aelian. Hist. anim. 3, 37.)
Ἐν τοῖς ὑγροῖς χωρίοις καὶ ἔνθα νοτιώτερος ὁ ἀὴρ ̓ο οἱ ἀλεκτρυόνες οὐκ ᾄδουσι, φησὶ Θ. (Aelian. Hist. anim. 3, 38.)
Δίοτι τὴν χροιὰν ὁ πολύπους ἐξαλλάττει; πότερον, ὡν Θ. ᾤετο, δειλόν ἐστι φύσει ζῶον; ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι συμμεταβάλλει τὸ χρῶμα εἷ καθάπερ ἄνθρωπος. (Plut. Quaest. nat. p. 916.)
Μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχα- νώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλʼ ὑπὸ δέους ἄλλως τρέπεται φύσει ψοφοδεὴς ὢν καὶ δειλός· συνέπεται δὲ καὶ πνεύματος πλῆθος ὡς Θεόφραστος. Ὄλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζώου πλῆρες εἶναι πνεύροε μονος, ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. (Plut. de sollert. anim. p. 978.)
Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί· ἢ ἀπὸ τῶν ἀνθῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης· ἄλλη δʼ ἐκ τοῦ ἀέρος ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν πέσῃ· γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν· ἄλλη δʼ ἐν τοῖς καλάμοις. Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν. Εὑρίσκεται δὲ μάλιστα ἐπὶ τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά ἐστι. Δεῖ δὲ μήτε τελείως εἶναι ξηρὰ ἴνα μὴ εἰς αὑτὰ ἕλκῃ, μήτε μανὰ ἵνα μὴ διίῃ· ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὰ δὲ τῆς φιλύρας καὶ γλυκύτητα. Ἔχει δέ πως ἡ μέλιττα οἰκείωσίν τινα πρὸς τὴν δρῦν. (Photii Bibl. 278, 10.)