Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 175

Ὅτι ὁ γαλεώτης, φασὶ, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις καταπίνει τὸ δέρμα ὅταν ἐκδύσηται· ἐστὶ γὰρ βοήθημα ἐπιλήπτῳ. Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον. Καὶ ἡ ἵππος ἀπεσθίει τῶν πώλων τὸ ἱππομανές· καὶ γὰρ τοῦτο πρὸς ἔνια χρήσιμον. Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι ἐξεμεῖ τὴν πιτύαν, χρησιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις. Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι καὶ διαφθείρει. Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς ἄλλας χρείας ἐπιτήδειον· ἀλλʼ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῶα ἀλλʼ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν παντὶ δῆλον. Πόθεν γὰρ τοῖς ἀλόγοις ἡ τοσαύτη σοφία ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν; ἀλλʼ ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν· καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυσικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους· καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ διʼ ἄλλο τι πάθος φυσικὸν ἐνουρεῖ ἀλλ' οὐχ ἴνα φθείρῃ τὸ δέρμα. Πολλὰ δὲ καὶ ἄλλα πράττεται τοῖς ἀλόγοις ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι· οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη· διὰ τί οἱ κύνες ἐπαίροντες τὰ σκέλη προσουροῦσι διὰ τί ἡ αἲξ ὅταν λάβῃ τὸ ἠρύγγιον εἰς τὸ στόμα μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ. Καὶ τὸ τῆς λυγγὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κατάλογος περιέξει. (Photii Bibl. 278, 8.)

Fr. 176

Θ. ἐν τῷ περὶ φωλευόντων οἱ κοχλίαι, φησὶ, φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος μᾶλλον δὲ τοῦ θέρους· διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν· ἡ δὲ

τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων. (Athenae. 2, p. 63.)

Fr. 177

Θ. ἐν τῷ περὶ τῶν φωλευόντων τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρίδας ἐκδύεσθαί φησι τὸ γῆρας. (Athenae. 3, p. 105.)

Fr. 178

Θ. ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχος φησὶ τὴν νάρκην κατὰ γῆς δύεσθαι. Ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην ἀπʼ αὐτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. (Athenae. 7, p. 314.)

Fr. 179

Ἀριστοτέλης δʼ ἢ Θεόφραστος ἐν τοῖς ὑπομνήμασι τῶν φασιανῶν φησὶν οὐ κατὰ λόγον ἡ ὑπερυχὴ τῶν ἀρρένων ἀλλὰ πολλῷ μείζων. (Athenae. 14, p. 654.)

Fr. 180

Θ. δὲ ὁ Ἐρέσιος Ἀριστοτέλους μαθητὴς ἐν τρίτῃ περὶ ζώων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ἔστι καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γὰρ βραχέα καὶ μὴ πτητικὰ καθάπερ ἀτταγὴν πέρδιξ, ἀλεκτρυὼν, φασιανὸς εὐθὺς βαδιστικὰ καὶ δασέα. (Athenae. 9, p. 387.)

Fr. 181

Θ. γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν οἱ Ἀθήνησι φησὶν πέρδικες ἐπὶ τάδε τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακαβίζουσιν οἱ δʼ ἐπέκεινα τιττυβίζουνσιν. (Athenae. 9, p. 390.)

Fr. 182

Τοὺς δὲ περὶ Παφλαγονίαν πέρδικάς φησι Θ. δύο ἔχειν καρδίας. (Athenae. 9, p. 390.)