Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 153

Ἐκ διαβολῆς καὶ φθόνου ψεῦδος ἐπʼ ὀλίγον ἰσχύσαν ἀπεμαράνθη. (Stob. Serm. 12, p. 138.)

Fr. 154

Οὐ μὴν οὐδὲ μετʼ ὀργῆς πρακτέον τοῖς φρονίμοις οὐδέν· ἀλόγιστος γὰρ θυμὸς καὶ μετὰ προνοίας οὐδὲν ἄν ποτε ποιήσειεν ἀλλὰ μεθύων ταῖς φιλονεικίαις ὡς ἔτυχε χρῆται ταῖς ὁρμαῖς· ὥστε δεῖ μήτε ἐξ ὑπογυίου τῶν ἁμαρτημάτων τὰς τιμωρίας μήτε παρὰ τῶν οἰκετῶν μήτε παρὰ τῶν ἄλλων λαμβάνειν ἵνα τὸ τῷ λογισμῷ κράτιστον μὴ τὸ τῷ θυμῷ φίλον ἀεὶ πράτης· καὶ δίκην παρὰ τῶν ἐχθρῶν μὴ λαμβάνῃς ἐξ ἧς μέλλεις σαυτὸν μὴ αὐτοὺς ἐκείνους βλάψειν. Τὸ γὰρ τιμωρεῖσθαί τινα κακῶς ἑαυτὸν ποιοῦντα δίκην διδόναι οὐχ ἧττον ἢ λαμβάνειν ἐστίν. Ὥστε δεῖ σχολῇ μᾶλλον ἀμύνεσθαι ζητεῖν ἢ ταχέως καὶ ἀλυσιτελῶς ἑαυτῷ κολάσαι τὸν ἐχθρόν. (Stob. Serm. 19, p. 166.)

Fr. 155

Αἰδοῦ σαυτὸν καὶ ἄλλον οὐκ αἰσχυνθήσῃ. (Stob. Serm. 31, p. 210.)

Fr. 156

Τοσοῦτον δέ εἰσιν οἱ φθονεροὶ δυστυχέστεροι τῶν ἄλλων ὅσον οἱ μὲν ἐπὶ ταῖς αὑτῶν συμφοραῖς ἀλγοῦσιν οἱ δὲ φθονοῦντες πρὸς τοῖς ἑαυτῶν κακοῖς καὶ ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς λυπούμενοι διατελοῦσιν. (Stob. Serm. 38, p. 222.)

Fr. 157

Οὔτε ὁρᾶν οὔτε ὁρᾶσθαι γυναῖκα καὶ ταῦτα ἐξησκημένην πρὸς κάλλος· ἐπίσταται γὰρ ἀμφότερα πρὸς ἃ μὴ δεῖ. (Stob. Serm. 72, p. 439.)