Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 148

Ἀλλὰ καὶ τῶν καθʼ ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος ὁ ταῖς καθʼ ἡμῶν λαμπρυνόμενος δυσφημίαις ἐν οἷς ἐπέγραψε περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς καὶ τῶν παλαιῶν ἀρχαιότητος, τὴν μνήμην ὧδέ πως αὐτολεξεὶ Θεοφράστῳ μάρτυρι χρώμενος παρατίθεται· ἀνάριθμος μέν τις ἔοικε χρόνος ἀφʼ οὗ τό γε πάντων λογιώτατον γένος, ὥς φησι Θεόφραστος, καὶ τὴν ἱερωο τάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν, ἤρξαντο οἱ πρῶτοι ἐφʼ ἑστίαις τοῖς οὐρανίοις θεοῖς θύειν οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς." (Euseb. Praepar. Evang. ed Colon. 1688. p. 28.)

Fr. 149

Ὁ δὲ τὴν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζώων θυσίαν, δαίμοσι δὲ μόνοις· ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι ἀλλʼ οὐ θεὸν τὸν Ἀπόλλωνα. (Euseb. l. l. p. 148.)

Fr. 150

Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον εἰκότως ὁ Θ. ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας (verba Apollonii Tyan.) (Euseb. l. l. p. 151.)

Fr. 151

Καὶ δὴ λαβων ἀνάγνωθι τὰ Θεοφράστου ἐν τοῖς Πορφυρίῳ γραφεῖσι περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς κείμενα τοῦτον τὸν τρόπον· καίτοι διότι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θ., ζωοθυτοῦσιν, εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον τις κελεύοι θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. (Euseb. l. l. p. 403.)

Fr. 152

Χρὴ τοίνυν τὸν μέλλοντα θαυμασθήσεσθαι περὶ τὸ θεῖον φιλοθύτην εἶναι, μὴ τῷ πολλὰ θύειν ἀλλὰ τῷ πυκνὰ τιμᾶν τὸ θεῖον· τὸ μὲν γὰρ εὐπορίας τὸ δʼ ὁσιότητος σημεῖον. Ἔπειτα γονεῖς γηροτροφεῖν καλῶς, ταῖς τʼ ἐκείνων βουλήσεσι τὸν αὐτῶν βίον εὐπειθῆ κατασκευάζειν. Ὁ γὰρ μὴ τοιοῦτος ἀλλὰ τῶν τε τῆς φύσεως τῶν τε τῆς πόλεως νόμων ὀλιγωρῶν ἀμφοτέρους τοὺς τῆς δικαιοσύνης τρόπους παραβέβηκεν. Καὶ μὴν καὶ γυναικὸς καὶ παίδων ἐπιμελητέον καλῶς καὶ φιλανθρώπως. Οἱ μὲν γὰρ εἰς τὸ γῆρας

ταῖς θεραπείαις, ἡ δʼ ἐν ταῖς νόσοις καὶ ταῖς καθʼ ἡμέραν οἰκονομίαις ἀποδώσει τὴν εὐεργεσίαν. Ἐὰν δέ τινι συμβάλλειν ἀνάγκη ἦ, μετὰ τοῦ βεβαίου πειρῶ τοῦτο πράττειν. Φρονιμωτάτου γὰρ ἀνδρὸς δανείσαντα φρονίμως ἀπολαβεῖν φιλικῶς, οὐ συναλλάξαντα φιλανθρώπως κομίσασθαι φιλαπεχθημόνως. (Stobaei Serm. 3, p. 40 ed. Basil. 1549.)