De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Οἱ δὲ νυκτερινοὶ βορέαι τριταῖοι πίπτουσιν, ὅθεν ἡ παροιμία λέγεται ὡς, "οὔποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος", διότι ἀσθενῆ τὰ πνεύματα γίνεται τὰ ἀπὸ τῆς ἄρκτου νύκτωρ ἀρξάμενα· φανερὸν γὰρ ὡς οὐ πολὺς ὁ κινηθεὶς ἀὴρ ὅταν τηνικαῦτα πνέῃ τῆς θερμότητος ὀλίγης οὔσης, ὀλίγον γὰρ ὀλίγη κινεῖ. Τελευτᾷ δὲ πάντα ἐν τρισὶν, καὶ τὰ ἐλάχιστα δʼ ἐν τῇ πρώτῃ τριάδι. Ὅτι δʼ οὐκ αὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τοῦ νότου νυκτερινοῦ πνεύσαντος αἴτιον ὅτι ἐγγὺς ὁ ἥλιός ἐστι τῆς πρὸς νότον χώρας καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι· καὶ πολὺς ὁ κινούμενος ἀὴρ οὐδὲν ἔλαττον ἢ μεθʼ ἡμέραν, ἀλλʼ ὅσῳ θερμότεραι αἱ ἡμέραι κωλύουσι πνεῖν ξηραίνουσαι τὰς ὑγρότητας.

Τάχα δὲ κἀκεῖνο τοῦ βορέου αἴτιον ὅτι ἀθρόως ἡ ἔκχυσις ὥσπερ τῶν ἐκνεφίων, ταχεῖα δʼ ἡ παῦλα τῶν ἀθρόων· ἀπʼ ἀσθενοῦς γὰρ ἀρχῆς οὐδὲν μέγεθος. Ἀεὶ δʼ ὡς ἐπίπαν λάβρος, μετὰ δὲ χιόνα καὶ πάχνην νότος, ὅθεν καὶ ἡ παροιμία "φιλεῖ δὲ νότος μετὰ πάχνην", ὅτι πέψεώς τινος γενομένης καὶ ἀποκαθάρσεως ἑκάτερόν τι πίπτει· μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν εἰς τοὐναντίον ἡ μεταβολή· βορέᾳ δʼ ἐναντίος ὁ νότος. Τὸ αὐτὸ τούτῳ ὅτι μετὰ τὸν ὑετὸν καὶ τὴν χάλαζαν καὶ τὰς τοιαύτας χειμασίας ὡς ἐπὶ τὸ πολὺ πίπτει τὰ πνεύματα. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα πέψεις καὶ ἀποκαθάρσεις τινές εἰσιν.

Ἐπεὶ δὲ πρὸς τὰς χώρας ἑκάστοις καὶ τοὺς τόπους ἐπινεφῆ καὶ αἰθρίαι. Διὰ τοῦτο καὶ τῶν ἐν παροιμίᾳ λεγομένων πρός τινας τόπους ἔνια, ὥσπερ

τοῦ ἀργέστου καὶ λιβὸς, ᾗ χρῶνται μάλιστα περὶ, ι Κνίδον καὶ Ῥόδον, "λὶψ ἄνεμος ταχὺ μὲν νεφέλας ταχὺ δʼ αἴθρια ποιεῖ, ἀργέστῃ δʼ ἀνέμῳ πᾶσʼ ἕπεται νεφέλη." Περὶ γὰρ τοὺς τόπους τούτους ὅ τε λὶψ ἀμφότερα ταὁ χέως ποιεῖ πνέων ἀπὸ τοιαύτης ἀρχῆς, ὅ τʼ ἀργέστης ταχὺ δασύνει τὸν οὐρανόν.