De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Ὅλως γὰρ ὃ πολλάκις λέγεται τοῦτʼ ἀληθὲς ὅτι μέγα συμβάλλεται διʼ ὧν ἂν πνέῃ καὶ ὅθεν εἰς τε τἆλλα καὶ εἰς θερμότητα καὶ εἰς ψυχρότητα. Διὰ τοῦτο γὰρ καὶ ὁ νότος ψυχρὸς οὐχ ἧττον τοῦ βορέου κατὰ τὴν παροιμίαν, ὅτι διὰ τὸν ἀέρα κατεψυγμένον ἔτι καὶ ὑγρὸν ὑπὸ τοῦ χειμῶνος τοιαύτην ἀνάγκη τὴν πνοὴν προσπίπτειν οἷος ἂν ὁ ἀὴρ ᾖ. Ὁ δὲ βορέας ὁ ἐπὶ τὸν πηλὸν τῶν νότων, ὅν φησι πάλιν ἡ παροιμία
χειμῶνα ποιεῖν, διὰ τὴν αὐτὴν αἰτίαν ποιεῖ· βρεχθεὶς γὰρ ὁ ἀὴρ ψυχρός. Ὡσαύτως δὲ καὶ ἀπὸ τῶν ποταμῶν αὖραι, ὥσπερ ἐλέχθη πρότερον.Ἡ μὲν οὖν τούτων ἰδιότης ἔχει τινὰ λόγον. Ὅτι δὲ τὰ πνεύματα τοῦ μὲν χειμῶνος καὶ τὸ ἑωθινὸν ἀπὸ τῆς ἕω πνεῖ, τοῦ δὲ θέρους καὶ τῆς δείλης ἀπὸ τῆς ἑσπέρας, ἐκείνην τὴν αἰτίαν ὑποληπτέον· ὅταν ὁ ἥλιος ἕλκων μηκέτι κρατῇ, τότε ἀφιέμενος ὁ ἀὴρ ῥεῖ· δυόμενος οὖν καταλείπει νέφη ἀφʼ ὧν τὰ ζεφύρια· καὶ ὅσον ἂν ἄγῃ τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ κατοικοῦσιν ἑωθινὸν πνεῦμα γίνεται, τοὐναντίον δὲ ὅταν δύηται ἐν τῷ κάτω μέρει ζεφύρους μὲν ἐκείνοις ποιήσει τοῖς δʼ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ συνεπομένον ἀέρος αὐτῷ.
Διὰ τοῦτο καὶ ἐὰν λάβῃ πνέοντα ἄλλον ἄνεμον μείζων γίνεται διότι προσέθηκεν. Ὥσπερ δʼ ὁ ζέφυρος ἀεὶ καὶ πόρρω πνεῖ τοῖς ἑσπερίοις οὕτω τοῖς κάτω πρὸς τὴν ἡμετέραν ἕω ἐκείνων δʼ ἑσπέραν ἄλλα πνεύματα. Ταῦτα μὲν οὖν παρὰ τὴν ὁμοιότητα παρʼ ἑκατέροις, ἥ τε ἐν τοῖς ἄκροις ἑκάστων πνοὴ γίνεται μὲν ὥσπερ καὶ τὰ ὕδατα καὶ τὰ ἄλλα κατὰ συμβεβηκὸς, οὐ μήν γε κατʼ ἀκρίβειαν ἀλλʼ ὡς ἐπὶ τὸ πᾶν. Εἴωθε δὲ ὥσπερ ἄλλο τι τῶν τεταγμένων καὶ ἐπὶ τῷ κυνὶ ὁ νότος πνεῖν. Αἴτιον δʼ ὅτι θερμὰ τὰ κάτω τοῦ ἡλίου παρόντος ὥστε γίνεται πολλὴ ἀτμίς. Ἔπνεον δʼ ἂν πολλοὶ μὴ κωλυόμενοι τοῖς ἐτησίαις· νῦν δʼ οὗτοι διακωλύουσιν.