De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὅσαι δὲ δὴ κατὰ τέχνην καὶ ἐπίνοιαν γίνονται περὶ τούτων πειρατέον εἰπεῖν ὥσπερ καὶ περὶ τῶν χυλῶν. Ἐν ἀμφοῖν δὲ δῆλον ὡς ἀεὶ πρὸς τὸ βέλτιον ἦν ἡμῖν ἡ ἀναφορά· πᾶσα γὰρ τέχνη στοχάζεται τούτου. Εἰσὶ μὲν οὖν καὶ τοῖς ἀμίκτοις ὀσμαί τινες πρὸς ἃς συνεργεῖν πειρῶνται καὶ ταῖς παρασκευαῖς, ὡς καὶ ταῖς τῶν χυμῶν εὐστομίαις. Οὐ μὴν ἀλλ' ὥς γʼ ἁπλῶς εἰπεῖν ἐν μίξει τὸ πλέον, καὶ οὕτως αἱ --- δυοῖν μὲν ὡς τῷ γένει λαβεῖν, ὑγροῦ καὶ ξηροῦ· τριχῶς δὲ γίνονται, ὅταν ἢ ὁμογενὲς ὁμογενεῖ, ἢ παράλλαττον τῷ παραλλάττοντι, ἡ ὑγρῷ ὑγρὸν ἡ ξηρῷ ξηρόν, ἢ ὑγρῷ ξηρόν.

Ἐκ δυοῖν γὰρ τούτων καὶ ἡ τῶν χυλῶν καὶ τῶν ὀσμῶν γένεσις· ὡς μὲν οἱ τὰ ἀρώματα καὶ τὰ διαπάσματα συντιθέντες ξηροῖς πρὸς ξηρά· ὡς δʼ οἱ τὰ μύρα κεραννύντες ἢ τῷ οἴνῳ ἐπιχέοντος ὑγροῖς πρὸς ὑγρά. Τὸ δὲ τρίτον, ὃ καὶ πλεῖστόν ἐστιν, ὡς οἱ μυρεψοὶ ξηροῖς πρὸς ὑγρά· παντὸς γὰρ μύρου καὶ χρίσματος ἡ σύνθεσις αὕτη. Δεῖ δʼ εἰδέναι ποῖαι ποίοις εὔμικτοι καὶ ποῖαι ποίοις συνεργοῦσιν εἰς τὸ ποιεῖν μίαν ὥσπερ ἐπὶ τῶν χυμῶν. Καὶ γὰρ ἐκεῖ ταὐτὸ τοῦτο ζητοῦσιν οἱ μιγνύντες καὶ οἷον ἀρτύοντες. Ταῦτα μὲν οὖν ἐν οἷς καὶ διʼ ὧν αἱ τέχναι ποιοῦνται τὰ τέλη.

Μίγνυνται δὲ τὰ μὲν αὐτῆς τῆς ὀσμῆς ἕνεκα καὶ πρὸς ταύτην τὴν αἴσθησιν, τὰ δʼ ὥσπερ ἡδύνειν βουλόμενα τὴν γεῦσιν οἷον ὡς οἱ τὰ μύρα τοῖς οἴνοις ἐπιχέοντες ἢ τὰ ἀρώματα ἐμβάλλοντες. Αἱ γὰρ αἰσθήσεις σύνεγγυς οὖσαι ποιοῦσί τινα ἀπόλαυσιν ἀλλήλων, ὅθεν καὶ αὐτοῖς τοῖς γευστοῖς ζητοῦσι τὰς

εὐοσμίας.