De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἔχει δὲ ἕκαστον ὀσμὴν ἰδίαν καὶ ζώων καὶ φυτῶν καὶ τῶν ἀψύχων ὅσα ὀσμώδη· πολλὰ δʼ ἡμῖν οὐ φαίνεται διὰ τὸ χειρίστην ἔχειν τὴν αἴσθησιν ταύτην ὡς εἰπεῖν. Ἐπεὶ τοῖς γε ἄλλοις καὶ τὰ παντελῶς ἄοδμα φαινόμενα δίδωσί τινα ὀσμὴν, ὥσπερ αἱ κριθαὶ τοῖς ὑποζυγίοις αἱ ἐκ τῆς Κεδροπόλιος, ἃς οὐκ ἐσθίουσιν διὰ τὴν κακωδίαν. Ἡμᾶς δὲ καὶ αἱ τῶν ζώων λανθάνουσιν τῶν ὀσμωδῶν δοκούντων. Εὐωδίᾳ μὲν οὖν οὐθὲν φαίνεται καθʼ αὑτὸ χαίρειν ὡς εἰπεῖν, ἀλλʼ ὅσα πρὸς τὴν τροφὴν καὶ τὴν ἀπόλαυσιν. Πονεῖν δʼ ἔνια

φαίνεται ταῖς ὀσμαῖς καὶ ταῖς εὐωδίαις, εἴπερ ἀληθὲς τὸ ἐπὶ τῶν γυπῶν καὶ τῶν κανθάρων. Τοῦτο δὲ δῆλον ὡς διʼ ἐναντίωσιν τῆς ἐν αὐτοῖς φύσεως. Ὡς δὲ καθʼ ἕκαστον ἅμα δεῖ τὴν γε κρᾶσιν τὴν ἑκάστου καὶ τὴν τῆς ὀσμῆς λαμβάνειν δύναμιν.

Εἰσὶ μὲν οὖν ἔνιαι τῶν εὐόσμων καὶ ἐν ταῖς τροφαῖς οἷον αἱ τῶν ἀκροδρύων καὶ ἀπίων καὶ μήλων· αὗται γὰρ ἄνευ τῆς προσφορᾶς ἡδεῖαι, καὶ μᾶλλον ὡς εἰπεῖν. Οὐ μὴν ἀλλ' ὥς γʼ ἁπλῶς διελεῖν αἱ μέν εἰσι καθʼ αὑτὰς αἱ δὲ κατὰ συμβεβηκός· αἱ μὲν τῶν χυλῶν καὶ τῆς τροφῆς κατὰ συμβεβηκὸς, αἱ δʼ ὥσπερ τῶν ἀνθῶν καθʼ αὑτάς. Ὡς δʼ ἐπίπαν τὰ εὔοσμα καθάπερ καὶ πρότερον ἐλέχθη δύσχυμα καὶ στρυφνὰ καὶ ὑπόπικρα. Ἔνια δὲ τῶν εὐχύμων καὶ κακώδη, καθάπερ καὶ τὸ αἰγύπτιον καλούμενον σῦκον, γλυκὺ ὂν, καὶ εἰ μὴ πανταχοῦ ἀλλʼ ἐνιαχοῦ. Καὶ ἡ ἄρκευθος ἐμφαίνει τινὰ τῇ μασήσει κακωδίαν γλυκεῖα οὖσα· τὸ δʼ οὖρον ποιεῖ εὐῶδες.

Ἐπεὶ δὲ τῶν ὀσμῶν αἱ μὲν ἐν φυτοῖς καὶ τοῖς τούτων μορίοις, οἷον κλωσὶ, φύλλοις, φλοιοῖς, καρποῖς, δακρύοις, αἱ δὲ ὥσπερ διείλομεν ἐν ζώοις καὶ φυτοῖς καὶ τοῖς ἀψύχοις, αὗται μὲν φανερὸν ὅτι πέψιν ἕκασται λαμβάνουσιν ἐν τοῖς οἰκείοις· αἷς καὶ τὸ εὐῶδες καὶ κακῶδες ἀκολουθεῖ κατὰ τὰς οἰκείας φύσεις, ἡ δὲ πέψις τῷ οἰκείῳ θερμῷ. Ἐν δὲ τοῖς ἀψύχοις ταῖς τῶν ἁπλῶν δυνάμεσι καὶ γίνονται καὶ μεθίστανται καθάπερ οἱ χυμοί.